321
ὑποδείξειν χάριν βασιλεῖ κατατιθέμενος. ἐπαινέσας δὲ ὁ βασιλεὺς τὸν ἄνθρωπον καὶ ἐπαγγειλάμενος εὖ ποιήσειν, ἐπεὶ καὶ ἡ ἡμέρα ἤδη διεφαίνετο, ἄραντες ἐκ τοῦ στρατοπέδου, διῄεσαν τοῦ ποταμοῦ τὴν ὄχθην, οἷ ὁ ἄνθρωπος ἡγεῖτο. ὁμοίως δὲ καὶ οἱ Τριβαλοὶ ἐκ τῆς περαίας ἀντιπαρήρχοντο καὶ αὐτοὶ τὸν 2.361 ποταμόν. ἐπεὶ δὲ εἰς τὸν πόρον ἦλθον, Τριβαλοὶ μὲν ἐκ τῆς περαίας παρετάσσοντο ὡς κωλύσοντες καὶ βέλεσιν ἐχρῶντο πόῤῥωθεν. βασιλεὺς δὲ μετὰ τῶν ἀρίστων ὁρμῇ χρησάμενοι παραβόλῳ καὶ σωμάτων ἀφειδήσαντες, διέβαινον βαλλόμενοι καὶ κωλυόμενοι, ὡς ἐνῆν, ὑπὸ τῶν Τριβαλῶν. διαβάντας δὲ ὑπέμειναν οὐδ' ἐπὶ μικρὸν, ἀλλ' ἔφευγον τραπόμενοι κατὰ κράτος. βασιλεὺς δὲ οὔτ' ἐπιδιώκειν εἴα, οὔτε ἀποκτείνειν, ἄγνοιαν τῆς ἐπιβουλῆς ὑποκρινάμενος. ἐβούλετο γὰρ μηδεμίαν Κράλῃ πρὸς τὸν πόλεμον πρόφασιν παρέχειν. ἡ δὲ ἄλλη στρατιὰ διέβαινε κατὰ σχολὴν μηδὲν ζημιωθεῖσα. βασιλεὺς δὲ φιλοτίμως ἀμειψάμενος τὸν ἡγησάμενον πρὸς τὸν πόρον, πρὸς Βέῤῥοιαν ἐπανῄει, πολλὰς αὐτοῦ τε καὶ τῆς στρατιᾶς τῆς σωτηρίας θεῷ χάριτας ὁμολογῶν· ἐν χρῷ γὰρ εἴπερ ποτὲ κατέστησαν κινδύνου. τῆς αὐτῆς δὲ ἡμέρας καὶ ἡ ἐκ Θρᾴκης καὶ Μακεδονίας στρατιὰ ἅμα τοῖς ἐκ τῶν τριηρέων ὁπλίταις καὶ ψιλοῖς καὶ Πέρσαις τοῖς συμμάχοις πρὸς Ἀξειὸν ἧκον ἐπὶ βασιλέα. πυθόμενοι δὲ, ὡς διαβὰς πρὸς Βέῤῥοιαν ἐπανέλθοι, ὑπέστρεφον εἰς Θεσσαλονίκην ἀνιώμενοι, ὅτι ὑστερήσειαν. βασιλεύς τε τότε μᾶλλον ἀκριβέστερον συνεώρα τὴν περὶ αὐτὸν πρόνοιαν τοῦ θεοῦ. ἐπεὶ δὲ ἐγένετο ἐν Βεῤῥοίᾳ, Γερμανοὺς τῆς εἰς αὐτὸν εὐνοίας ἀμειψάμενος εὐεργεσίαις, ἀπέπεμπεν εἰς Κράλην καὶ τοὺς περὶ τὴν διάβασιν Ἀξειοῦ κωλύοντας προσήγγελλεν ὡς ἀδικήσαντας καὶ παρὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους αὐτῶν τοὺς εἰς ἀλλήλους 2.362 εἰργασμένους. Κράλης δὲ οὔπω φανερῶς ἐξενηνεγμένος πρὸς τὸν πόλεμον, θέλων βασιλέα θεραπεύειν, ἐπεὶ μὴ διὰ τῆς ἐπιβουλῆς ἐξεγένετο διαφθείρειν, Μποζίκην καὶ Στέφανον τοὺς ἡγουμένους τῆς στρατιᾶς ἔπεμπε πρὸς βασιλέα, ὡς δίκας τῆς ἀγνωμοσύνης δώσοντας, ὅτι βασιλεῖ τῷ φίλῳ, αὐτοῦ μὴ συνειδότος, πολεμοῖεν, καὶ ἐπέτρεπε βασιλεῖ τὴν ψῆφον τὴν κατ' αὐτῶν, ὡς δικαίως πᾶν ὁτιοῦν καταψηφισομένῳ. βασιλεὺς δὲ αὐτοῖς τὴν ἀγνωμοσύνην ὀνειδίσας καὶ ὡς ἄδικά τε ὁμοῦ καὶ ἀνάξια τῆς Κράλη πρὸς αὐτὸν τολμήσαιεν φιλίας, ἔπειτα συγγνώμην τε παρείχετο καὶ ἀπέλυεν, εὖ ποιήσας. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ τῆς μάχης τε ὑστέρει καὶ πρὸς Βέῤῥοιαν ἐλθεῖν ἐπὶ βασιλέα ἦν ἀδύνατος, Κράλην μὲν, πολλὰ τὰ μὲν πέμπων δῶρα, τὰ δὲ ὑπισχνούμενος, ἐκπολεμοῦν ἐκείνῳ ἐπεχείρει, καὶ οἴκοθεν ἤδη πρὸς τοῦτο ὡρμημένον· πρὸς βασιλέα δὲ Συναδηνόν τινα πέμψας ὄνομα, ὅρκοις τοῖς φρικωδεστάτοις διεβεβαιοῦτο, μηδεμίαν ἔχειν πρὸς αὐτὸν ἀπέχθειαν, μηδὲ ὅ,τι φέρει πρὸς αὐτὸν φθορὰν μήτε βούλεσθαι, μήτε ζητεῖν ἐκ τρόπου παντὸς, ἀλλὰ φορᾷ τινι τῶν πραγμάτων καὶ αὐτὸν συνενεχθῆναι πρὸς τὸν πόλεμον. τῶν πραγμάτων δὲ εἰς τοῦτο νῦν ἡκόντων, μαθεῖν ἐθέλειν ὅ,τι βούλοιτο περὶ ἑαυτοῦ, ἢ πρὸς ὅ,τι τρέπεσθαι ἐσκέψατο. βασιλεὺς δὲ αὐτὸν τῆς ἀναιδείας ἐκπλαγεὶς, τοιαύτην ἐποιεῖτο τὴν ἀπολογίαν πρὸς τοὺς λόγους. «τὸ μὲν ὅρκοις, ὦ παρα 2.363 κοιμώμενε, πείθειν περὶ πράγματος ὁτουοῦν, οὐ τοῦ παρόντος καιροῦ. ἦν γάρ ποτε χρόνος, ὅτ' ἐγὼ πολλὴν περὶ σὲ τὴν εὐμένειαν ἐπιδεικνύμενος, καὶ μὴ μόνον τοῖς δι' ὅρκων γινομένοις λόγοις, ἀλλὰ καὶ τοῖς χωρὶς τούτων θαῤῥῶν, ἐλάνθανον ἀκονῶν κατ' ἐμαυτοῦ καὶ ῥοπὴν μεγάλην προστιθεὶς τῷ μέλλοντι τῇ δυνάμει χρῆσθαι κατὰ τοῦ πολλὰ εὐηργετηκότος· καίτοι γε καὶ κατ' ἐκείνους τοὺς καιροὺς οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐπιορκῶν ἑάλως καὶ δεινὰ συσκευαζόμενος κατὰ τοῦ καὶ βλέμματι μόνῳ δυναμένου τῆς μοχθηρίας κολάζεσθαι ἀξίως. ἐξ ὅτου δὲ καιροῦ τυχὼν ἐπιτηδείου, καὶ πάντα καὶ θεοῦ φόβον καὶ ἀνθρωπίνην ἀπέῤῥιψας αἰδῶ καὶ πολλὰς πλασάμενος διαβολὰς, τὸν πόλεμον τουτονὶ κεκίνηκας τὸν πολλῶν αἴτιον κακῶν νῦν τε ἄχρι γεγενημένον καὶ ἔτι πλειόνων ἐσόμενον καὶ δεινοτέρων, ὡς ὁρῶ, οὐκ ἔστιν ὅτῳ