321
αὐτῶν καλεῖσθαι μὴ προσδεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπούδαζον· καὶ ετυχον τῆς σπουδῆς, ἀλλ' ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ ̔Ρωμαῖοι, ἱκετείαις δὲ χρωμένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Προυσίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι' ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ τὸν οὐδὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι' ̓Αττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ ειληφε. Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας ουτω διῳκήθη. ̓Αριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον εσχεν ̓Αριαράθην. πρὶν δ' ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσεποιήσατο ̓Οροφέρνην καλέσασα. γεννηθέντος δ' επειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ος μετὰ τὸν ̓Αριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπανέστη. καὶ συνεμάχουν ̓Αριαράθῃ μὲν Εὐμένης, ̓Οροφέρνῃ δὲ ∆ημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ ̓Αριαράθης πρὸς τοὺς ̔Ρωμαίους κατέφυγε, καὶ κοινωνὸς τῷ ̓Οροφέρνῃ τῆς βασιλείας ὑπ' αὐτῶν ἀποδέδεικτο. οτι δὲ ὁ ̓Αριαράθης τοῖς ̔Ρωμαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο, πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ατταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε ̓Οροφέρνην καὶ τὸν ∆ημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν. ̔Ο δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν 2.322 υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἱ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν, ̓Αντίοχος ὁ τοῦ ̓Αντιόχου τοῦ μεγάλου υἱὸς τὸν νεώτατον ἐκπεσόντα ἐδέξατο, ινα προφάσει τοῦ αὐτῷ ἀμύνειν εἰς τὰ τῶν Αἰγυπτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αιγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν ̓Αλεξάνδρειαν. καταφυγόντων δὲ τῶν αλλων πρὸς τοὺς ̔Ρωμαίους, πεμφθεὶς πρὸς τὸν ̓Αντίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου ἐκέλευσεν· οἱ γὰρ ἀδελφοὶ συνέντες τὴν τοῦ ̓Αντιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ' ἐκεῖνος ὑπερέθετο τὴν ἀπόκρισιν, κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βουλεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ ̓Αντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ εξωθεν φόβου οἱ Πτολεμαῖοι, ουτω γὰρ ἐκαλοῦντο ἀμφότεροι, αυθις ἐστασίασαν. ειτα συνηλλάγησαν αυθις ὑπὸ τῶν ̔Ρωμαίων ἐφ' ῳ τὸν μὲν πρεσβύτερον τὴν Αιγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ περὶ τὴν Κυρήνην εχειν τὸν ετερον· καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων ην. ἀγανακτῶν δ' ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν ̔Ρώμην ἀφίκετο· καὶ ευρατο παρ' αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμβάσεις εθετο αυθις πρὸς τὸν νεώτερον, πόλεις τέ τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον ταξάμενος συντελεῖν. Τοῦ δ' ̓Αντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος, ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ανδρας ἐπιτρόπους δῆθεν, μικρὸς γὰρ ην, επεμψαν. οι παρὰ τὰς συνθήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις, τούς τε ἐλέφαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ ταλλα πρὸς 2.323 τὸ τῇ ̔Ρώμῃ συμφέρον διῴκουν. δι' απερ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος παρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς ̔Ρωμαίους, τὸν δὲ Γάιον τὸν ̓Οκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν ̔Ρώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, ∆ημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς ̓Αντιόχου ὁμηρεύων ἐν τῇ ̔Ρώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον καὶ ὑπὸ ̓Αντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερημένος, ὡς τὸν τοῦ ̓Αντιόχου θάνατον εγνω, ῃτει μὲν τὴν πατρῴαν ἀρχήν, οἱ δὲ ουτε ταύτην αὐτῷ συνέπραξαν ουτ' ἀπᾶραι τῆς ̔Ρώμης ἐπέτρεψαν. καὶ ος καὶ δυσχεραίνων ομως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ' ἐμέλλησεν, ἀλλ' ἀπέδρα· καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τὸν ̓Αντίοχον, ουτω γὰρ οἱ πάλαι τοὺς ἐξαδέλφους ἐκάλουν, ἀλλ' ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν εχειν, ωστε τῷ ̓Οκταβίῳ τιμωρήσειν. ἐς Τρίπολιν δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος ὡς ὑπὸ τῶν ̔Ρωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν γὰρ