321
θηλυκὸν, οπερ γέγονεν ἐκ τοῦ οὐδαμῶς ἐπιῤῥήματος. ὡς αλλα, αλλῃ, καὶ ἐκείνως, ἐκείνῃ. καὶ εχει τὸ ˉι, ὡς ἀπὸ δοτικῆς. καὶ δηλοῖ, οτι ἀπὸ τοῦ ταύτῃ ἐπιέναι καὶ οὐχὶ αυτη λέγεται. Οὐδαμῇ. ἀντὶ τοῦ οὐδαμῶς. εχει τὸ ι, ὡς ἀπὸ δοτικῆς. †Ου εθεν. ου τινος ενεκα.† omicron.1488 Οὐκ ἐπιδεικτικῶσ. οὐ θεατρικῶς· οὐ κενοδόξως. Οὐκοῦν. οντως· πάντως· διὰ τοῦτο. Ουκουν. ἀντὶ τοῦ οὐδαμῶς. Ουτι. ἀντὶ τοῦ οὐδαμῶς. Οὐκί. ἀντὶ τοῦ οὐδαμῶς. τὸ μὲν οὐχὶ κατ' ἐπέκτασιν, η κατὰ πλεονασμόν· τὸ δὲ οὐκὶ κατὰ πλεονασμὸν μόνον. αἱ γὰρ ἐκτάσεις διὰ δασέων γίνονται καὶ οὐ διὰ ψιλῶν· οὐῒ, οὐχὶ καὶ οὐκί. Οὐχ ηκιστα. μάλιστα. οὐκ ελαττον. Ου. ἀντὶ τοῦ οὐδαμῶς. Ου. ἀντὶ τοῦ οπου. Ου. ἀντὶ τοῦ αὐτοῦ. τὸν βίον ου κατέστρεψεν. Τὸ Ο μετὰ τοῦ Φ. ( ̓Αρσενικόν.) ̓Οφάρυνχοσ. κύριον. ̓Οφαταί. ἱερὰ στολή. ̓Οφέλτησ· ̓Οφέλτας· ̓Οφέλλιος καὶ ̓Οφε λίας. κύρια ὀνόματα. ̓Οφθαλμοί. ἀπὸ τοῦ παρέχειν απαντα ὀφθῇναι. κατὰ δὲ ἐνίους, οιον ὀφαλλοί τινες οντες, κατὰ τροπὴν τοῦ ἑνὸς λ εἰς τὸ μ. ἐξ ων ἐνάλλεται ἡ οψις. η ὀπῶν θάλαμοι οντες. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ˉφ εἰς ˉμ ὀφθαλμοί. ̓Οφίων. πάθος τι. ̓Οφιόδηκτος καὶ ὀφεώδηκτοσ. ̓Οφνεί. κύριον. ̓Οφφικιάλιοσ. omicron.1489 Οφισ. παρὰ τὸ οπτω, τὸ βλέπω· ὁ γὰρ οφις κοιμώμενος ἀνεῳγμένους εχει τοὺς ωπας. (Θηλυκόν.) ̓Οφειλή. τὸ χρέος. παρὰ τὸ ὀφείλω. σπανίως δὲ εὑρίσκεται ἐν χρήσει. ̓Οφιώδησ. ὡς ὀφιώδη πέτραν τινά. ̓Οφρύεσ. ητοι ὀποφρύες, οἱ τὴν ωπα φρουροῦντες, ἀπὸ δὲ τῶν ομβρων καὶ τῶν καταφερομένων ἱδρώτων, ὡς μὴ ἐπ' αὐτοὺς φέρεσθαι. η ὀποφύες τινὲς οντες, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ˉρ. (Οὐδέτερον.) ̓Οφείλημα. τὸ δάνειον. παρὰ τὸ ὀφέλλω, τὸ αυξω. οθεν καὶ ὀφείλημα, τὸ αὐξανόμενον ἐν τῷ τόκῳ. ̓Οφείδιον. .... Οφελοσ. ακλιτον ἐστὶν, ἐπειδὴ τὰ διὰ τοῦ ˉεˉλˉοˉς ὑπὲρ δύο συλλαβὰς οὐκ εστιν οὐδέτερα. οιον ζάφελος, αγγελος, πέμπιλος. τὰ γὰρ διὰ τοῦ ˉεˉλˉοˉς οὐδέτερα δισύλλαβα εἰσὶν, οιον τέλος, σκέλος, βέλος. ἐπεὶ ουν τὸ οφελος ὑπὲρ δύο συλλαβὰς εἰς ˉλˉοˉς ἐστὶν οὐδέτερον, τούτου χάριν μὴ εχον τι μιμήσασθαι, ακλιτόν ἐστι. ̓Οφφίκιον. ( ̔Ρῆμα.) Οφελεσ. εστι ῥῆμα κατὰ παντὸς ἀριθμοῦ φερόμενον. ὡς δὴ μὴ οφελον νικᾷν- καί· omicron.1490 ως μ' οφελ' Εκτωρ κτεῖναι- μὴ οφελες λίσσεσθαι-. Καλλίμαχος ἐπίῤῥημα εὐκτικὸν οφελε· ωφελε μηδ' ἐγένοντο θοαὶ νῆες-. τὸ οφελον οταν παρῳχημένον η εὐκτικὸν εχῃ εμπροσθεν, διὰ τοῦ ο μικροῦ γράφεται, ὡς τό· οφελον ἐγένετο ταῦτα· καί· οφελον κατευθυνθείησαν αἱ ὁδοί μου· οταν δὲ εχῃ εμπροσθεν ἀπαρέμφατον, διὰ τοῦ ω μεγάλου γράφεται, ὡς τό· ωφελον ποιῆσαι τόδε. ἀπαρέμφατον δέ ἐστι τὸ μὴ παρεμφαῖνον ηγουν δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. οφελον, μικρὸν, ὡς μὴ ωφελον, μέγα, ὡς οφελον, μικρόν. η τὸ ωφελον, ειτε ῥήματα ειτε ἐπιῤῥήματα ἐστὶν, ἀπαρεμφάτῳ συντάσσεται ῥήματι καὶ τοῖς προσώποις τὰ ἑνικὰ καὶ τὰ πληθυντικά. ὁμοίως καὶ διὰ τοῦ ˉο μικροῦ. ̓Οφελτρεύουσι. κοσμοῦσι· καλλύνουσιν. ὀφελτρεύουσι πέδον. ̓Οφθαλμιῶντας καὶ ὀφθαλμιάσαι. πάσχειν τοὺς ὀφθαλμούς. Οφλω. χρεωστῶ. ἀπὸ τοῦ ὀφείλω κατὰ συγκοπήν. οθεν καὶ βαρύνεται. ̓Οφλισκάνω. χρεωστῶ. ̓Οφρυώττω. ὑπερηφανεύομαι. ̓Οφρυάζειν. τὸ ταῖς ὀφρύσι νεύειν. ̓Οφειλόμενον. μικρόν. ὠφειλημένον, μέγα. Οφελον. σημαίνει τὸ ειθε. omicron.1491 ̓Οφέλλει. αυξει. ̔Ησίοδος· ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει. Οφρα. ἀντὶ τοῦ οπως. τὰ ἐπιῤῥήματα συμπεσόντα συνδέσμοις ουτω διακρίνονται ἐν τῇ συντάξει. εἰ μὲν ὑποτακτικὸν ἐπιφέρει, σύνδεσμός ἐστι· εἰ δὲ ὁριστικὸν, ἐπίῤῥημα. οφρα, σύνδεσμος καὶ ἐπίῤῥημα. οφρα μὲν ἠὼς ην- ἰδοὺ ἐπίῤῥημα. -οφρα πεποίθῃς. ἰδοὺ σύνδεσμος. Τὸ Ο μετὰ τοῦ Χ. ( ̓Αρσενικόν.) Οχανοσ. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ εχεσθαι. ̓Οχεύσ. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ εχω ὀχεύς. η ὀχεύς ἐστιν ὁ συνέχων καὶ σφίγγων τὴν κεφαλὴν δεσμὸς η ἱμάς. ̓Οχετηγόσ. ὁ ὑδροφόρος. η ὁ ὑδραγωγός. ̓Οχετόσ. ῥύαξ· σωληνάριον. Οχεσφι. οὐδέτερον ἐστίν. ὁ μὲν ∆ίδυμος λέγει· γέγονεν ἀπὸ τῆς οχεσι καὶ ορεσι δοτικῆς τῶν πληθυντικῶν κατ' ἐπένθεσιν τοῦ φ. ὁ δὲ