321
αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!" ηʹ. "Οἰκτίρμων, καὶ ἐλεήμων ὁ Κύριος, μακρό θυμος, καὶ πολυέλεος." Τὸ αὐτὸ καὶ ἐνταῦθα πάλιν ὁ Προφήτης ὑπέμεινεν. Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα κρόθυμον, καὶ πολυέλεον. Ἀμετρήτῳ γὰρ χρώμενος ἀγαθότητι, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ἠγά πησεν οὕτως τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δοῦναι ὑπὲρ αὐτοῦ. θʹ. "Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰ κτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ." Οὐ γὰρ μόνον Ἰουδαίων ἐποιήσατο πρόνοιαν, ἀλλὰ καὶ εἰς πάντας ἀνθρώπους τὴν φιλανθρωπίαν ἐξέχεεν. Οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ἐπιμελεῖ ται, καὶ πᾶσι παρέχει τὰ πρόσφορα. ιʹ. "Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε." Οὐ τὰ ἄψυχα τὸν Θεὸν ὑμνεῖ, οὐδὲ τὰ ἄλογα φωνὴν ἀφίησι λογικήν· ἀλλὰ καὶ διὰ τούτων οἱ λογικοὶ καὶ φιλόθεοι τὴν ὑμνῳδίαν ὑφαίνουσιν. Εἰς ἕκαστον γὰρ ἀφορῶντες τῶν ὑπ' αὐτοῦ γεγενημένων, καὶ σοφίας 80.1972 τὴν μεγαλουργίαν θεώμενοι, εἰς δοξολογίαν κινοῦσι τὴν γλῶτταν. ιαʹ, ιβʹ. "∆όξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου." Οὗτοι γὰρ οἱ ὅσιοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τὴν τοῦ κηρύγματος διακονίαν διαδεξάμε νοι, τὴν αἰώνιον βασιλείαν, καὶ τὴν ἄῤῥητον δύναμιν πάντας ἀνθρώπους διδάξουσιν. Οὐ γὰρ μόνοις Ἰου δαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν. ιγʹ. "Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώ νων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ." Ἀπέραντον ἔχεις τὸ κράτος, καὶ ἀΐδιον τὴν βασι λείαν, οὔτε ἀρξαμένην, οὔτε λήξασαν. "Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ." Προλάμπει γὰρ τῶν λόγων ἀλή θεια, βεβαιουμένη τοῖς ἔργοις· καὶ ταῦτα δὲ τῷ δι καίῳ κοσμεῖται. ιδʹ. "Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπί πτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους." Οὐ γὰρ μόνον τῶν τῆς δικαιοσύνης τροφίμων ἐπι μελεῖται, ἀλλὰ καὶ τῶν ὀλισθαινόντων καταῤῥηγνυ μένων, καὶ τῆς ἁμαρτίας δεχομένων τὰ τραύματα. Τοὺς μὲν γὰρ ἐρείδων, καταπεσεῖν οὐκ ἐᾷ· τοὺς δὲ πεσόντας ἀνίστησιν, ὀρέγων τὴν δεξιάν. ιεʹ. "Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ." Τὸ ἐλπί ζουσιν ἐνταῦθα οὐκ ἐπὶ διαθέσεως τέθεικεν· οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει. ἀλλὰ διδάσκει ὡς ἕκαστον παρ' αὐτοῦ τὴν κατάλλη λον ὑποδέχεται χρείαν. Εἶτα καὶ τὴν εὐκολίαν ὑπο δείκνυσι τῆς χορηγίας. ιʹ. "Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας." Ἅμα τε γὰρ βούλει, καὶ ἀπο λαύει τῶν σῶν χορηγουμένων ἕκαστον ἀγαθῶν. Καθάπερ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκτεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα· οὕτω σοι εὐπε τὲς ἐν ἀκαρεῖ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν. ιζʹ. ∆ίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ." Ἐν ἁπάσαις δέ σου ταῖς οἰκονομίαις διαλάμπει τὸ δίκαιον. Ὁδοὺς γὰρ τὰς οἰκονομίας ἐκάλεσεν. ιηʹ. "Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐ τὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ." Τὸ ἐγγὺς οὐ τοπικὸν σημαίνει διάστημα· φύσει γὰρ πανταχοῦ πάρεστιν ὁ Θεός· "Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν," κατὰ τὸν θεῖον Ἀπόστολον· ἀλλὰ τὴν σχέσιν, καὶ τὴν διάθεσιν διὰ τούτων ἐδή 80.1973 λωσε. Καλὴ δὲ καὶ ἡ προσθήκη τῆς ἀληθείας. Οὐ γὰρ τοῖς ἁπλῶς ἐπικαλουμένοις πελάζει, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ τοῦτο δρᾷν προαιρουμένοις. "Οὐ πᾶς