321
{1Θεόδωρος ὑπὲρ Εὐστρατίου ἡγουμένου}1 Τὸ πρόβλημα τῆς δοκούσης σοι εὐδοξίας, ὦ τᾶν, ἵνα τἆλλά σου προηγούμενα καὶ ἑπόμενα λεξείδια ὡς ἀσύφιλά τε καὶ σεσολοικισμένα παρῶ, τοιοῦτόν ἐστιν ἐπὶ λέξεως· Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, δύο φύσεις, δύο θελήσεις, δύο ἐνεργείας, ἓν δὲ πρόσωπον ἔχων τῶν δύο φύσεων, τίνος εἰκονίσω πρόσωπον; ἐπειδὴ οὖν ἠρώτησας ποῖον πρόσωπον, ἄισον ἐμμελῶς· τὸ εἰδοποιηθέν, ἐπειδὴ ὁ ἀνείδεος χαρακτὴρ τῆς ὑποστάσεως τοῦ πατρὸς εἰδοποιήθη τῷ καθ' ἡμᾶς· τὸ ἔγχρονον, ἐπειδὴ ὁ ἀίδιος παράτασιν εἴληφε χρονικήν· τὸ ἔχον ὀφθαλμούς, ὦτα, ῥῖνα, στόμα, παρειάς, ἐπειδὴ ὁ ἀσχημάτιστος ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος· τὸ φιληθέν, ἐπειδὴ ὁ ἀπερίληπτος περιληφθεὶς ἐφιλήθη ὑπὸ τοῦ προδότου· τὸ ῥαπισθέν, ἐπειδὴ ὁ ἀναφής, ἔπαφος γεγονώς, ἐρραπίσθη ὑπὸ τοῦ ὑπηρέτου· τὸ ἐν σταυρῷ ὀφθὲν ἐγκάρσιον, ἐπειδὴ ὁ ἀθάνατος, κλίνας τὴν κεφαλήν, παρέδωκε τὸ πνεῦμα. καὶ οὐ δυοῖν προσώπων τοῦτο ἐμφαντικὸν (ἄπαγε τῆς ἀσεβείας), ἀλλ' ἑνὸς προσώπου τοῦ ἐκ δύο καὶ ἐν δυσὶ φύσεσιν ὄντος ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀποδεικτικόν. διό φησιν ὁ ἱερὸς ἀπόστολος· περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης. τοίνυν δέδειχέ σοι διὰ τοῦ εἰπεῖν κατὰ σάρκα περιγραπτὸν εἶναι, ἤτοι ἐξεικονισμένον, διὰ δὲ τοῦ φάναι κατὰ πνεῦμα ἁγιωσύνης ἀπερίγραπτον τὸν αὐτὸν ὑπάρχειν Ἰησοῦν Χριστόν· ἀφ' οὗ ἐξειληφότες πάντες οἱ θεοφόροι πατέρες βοῶσι τρανότατα περιγραπτὸν αὐτὸν καὶ ἀπερίγραπτον, ὁρατόν τε καὶ ἀόρατον, ἔγχρονόν τε καὶ ἀίδιον. Εἰ δὲ οὐ χωρεῖς, Ἰουδαϊκὸν τὸ λῆμμα· πῶς δὲ καὶ δύο φύσεων τὸν Χριστὸν λέγων φῆς ἀπερίγραπτον μόνον; τοῦτο γὰρ μιᾶς φύσεως αὐτοῦ ἐστι σημαντικόν, τὸ δὲ τῶν δύο, τὸ περιγραπτὸν εἰπεῖν ἀκολούθως καὶ ἀπερίγραπτον. οὐκοῦν σεαυτῷ ἐναντιολογεῖς· εἰ γὰρ ἀπερίγραπτος μόνον δοκεῖ σοι, τοῦτο καὶ Μανιχαίῳ, ἀπαμφιεννύντι τὸν λόγον τῆς ἀνθρωπότητος. ὁ γὰρ τῆσδε γυμνὸς ἀπερίγραπτος καὶ ἀνεξεικόνιστος· ταὐτὸν γὰρ ἀμφότερα. ἢ πῶς πάλιν μετέχεις τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ, αὐτοῦ ὄντος κατὰ σὲ ἀπεριγράπτου, ὧν δὲ μετέχεις περιγεγραμμένων; ἢ μὴ μέτεχε, ὦ βέλτιστε, ἢ μετέχων ὁμολόγει τοῦ περιγεγραμμένου Χριστοῦ μετέχειν τὸ περιγεγραμμένον σῶμα καὶ αἷμα, ἵνα μὴ παυλιανίζῃς, ὡς ψιλοῦ ἀνθρώπου μετέχων, ἀλλ' οὐ θεοῦ σεσαρκωμένου. Συνῆκται οὖν ἐξ ἀληθείας ἀραρότως ὡς ὁ περιγράφων τὸν Χριστὸν οὐκ ἀνθρωπολάτρης κατὰ Νεστόριον ἢ κτισματολάτρης κατὰ Ἄρειον, ὡς ἐφληνάφησας ἀμαθαίνων, ἀλλ' ἀπρὶξ ὀρθόδοξος χριστιανὸς ἀληθέστατος, ὡς καὶ ὁ μὴ περιγράφων κατὰ σὲ μανιχαΐζων ὁμοῦ τε καὶ παυλιανίζων, τὸ μὲν τῇ τοῦ ἀπεριγράπτου φωνῇ γυμνὸν θεὸν εἰσάγων, φαντασιωδῶς ἐνανθρωπήσαντα, τὸ δὲ τῇ αὐτῇ φωνῇ τοῦ ἀπεριγράπτου ὡς ψιλοῦ ἀνθρώπου μετέχων σῶμα καὶ αἷμα κατὰ Παῦλον καὶ οὐ θεοῦ ἀληθῶς ἐνανθρωπήσαντος. 497 {1Θεοδώρῳ πατρικίῳ}1 Βραδὺ τοῦ καιροῦ τὸ γραμματεῖον, ἀλλ' ὅτι καὶ βράδιον ἠκουτίσθημεν τὴν ἀπευκταίαν ἀκοὴν τῆς ἐπελθούσης συμφορᾶς τῷ ἡμετέρῳ δεσπότῃ. καὶ ὢ τῆς στενακτικῆς ἀπαγγελίας· ἀπολέλοιπεν ἡμᾶς ἡ ποθητὴ κυρία, ἐτμήθης τῆς καλῆς ὁμοζύγου, ἀπερράγης τῆς ἐπαινουμένης σαρκός, εἴπερ φησὶν ὁ ἱερὸς λόγος ἔσονται οἱ δύο εἰς σάρκα μίαν. εἰ δὲ μία σὰρξ ὁμολογουμένως, δῆλον ὅτι ὁ διαχωρισμὸς τηλικαύτην τὴν πληγὴν ἐνίησι τοῖς χωρισθεῖσιν, οἵαν ποιεῖ μάχαιρα τέμνουσα εἰς δύο τὸν ἕνα ἄνθρωπον. ἀλγεινὴ ἡ τομὴ τῷ ὄντι καὶ τὸ αἷμα οἱονεὶ ῥεῖ κατ' ὀφθαλμοὺς ὑμῶν καὶ οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὐδὲ καταδέσμους, ὅσον ἐξ ἀνθρωπείας βοηθείας· ἄλλως ὅτι καὶ ἡ ἀπολιποῦσα οὐχ ὡς ἔτυχεν τῶν ὁμοζύγων, ἀλλὰ καὶ λίαν ἐπαινετὴ καὶ θαυμασία, πρῶτον μὲν οὖν ἔχουσα τὸ εὐσεβὲς τῆς πίστεως ἀκλινές, τὸ φίλανδρον, εἰ καί τις ἄλλη, ὅπερ ἀπαιτεῖ πρὸ πάντων ἐν ταῖς συζυγίαις ὁ ἱερὸς ἀπόστολος· ἐξ οὗ καὶ ὑπὲρ τῆς κεφαλῆς δεήσεις τε καὶ προσευχαί, βοαί τε καὶ προσεδρίαι θεῷ, γυμνοποδούσης