322
κέχρησαι μᾶλλον, ἢ ψεύδει καὶ ἐπιορκίαις, αἷς καὶ τῶν συνετωτέρων ἐξηπάτησας πολλοὺς καὶ σοὶ παρέπεισας προσέχειν τῆς ἀληθείας ἀποστάντας, οὓς καλῶς ποιῶν τῆς τε σοὶ προσούσης πονηρίας καὶ τῆς ἐκείνοις ἀβελτηρίας ἀξιώτατα ἠμείψω. ὅτι δὲ οὔτε πρὸς ἀπέχθειαν ἐμοὶ, οὔτε πρὸς τὸ κακῶς παθεῖν ἢ καὶ ἀποθανεῖν, εἰ οἷόντε, πάντα καὶ διανοῇ καὶ πράττεις, οὐκ οἶδα εἴτ' αὐτὸς εἰς τοσοῦτον ἀναισθησίας ἥκεις, ὡς μετὰ τοσαύτας ἐναργεῖς τῶν πραγμάτων ἀποδείξεις, δι' ὧν ἐμοὶ πολεμιώτατος ἐφάνης, οἴεσθαι καὶ μέ 2.364 τριός τις εἶναι καὶ ἐπιεικὴς, εἴτε τοσαύτῃ νομίζεις κεχρῆσθαι πονηρίᾳ καὶ ὀφθαλμῶν ἀπάταις καὶ φενακισμοῖς, ὡς πάντας οἴεσθαι λανθάνειν τοσαῦτα καὶ τηλικαῦτα κακουργῶν. περὶ μὲν δὴ τῶν τοιούτων ἔστι δικαστήριον ἕτερον καὶ κριτὴς ἀδέκαστος καὶ φοβερὸς καὶ μάρτυρες ἄγγελοι, πάντα τὰ πραττόμενα ἀνθρώποις εἰδότες φανερῶς, κἂν μυρίοις τοίχοις ἢ παραπετάσμασιν ἢ ζόφῳ σκοτεινῷ ἢ βαθείᾳ περικαλύπτωνται ὁμίχλῃ, ἐφ' ὧν ὑπὲρ τῶν πρὸς ἀλλήλους δικασόμεθα ἀδικημάτων. ἐκεῖνο δέ μοι τῆς θαυμαστῆς σου στρατηγίας ἔπεισι γελᾷν, ὅτι πάντας καὶ τοὺς πάλαι βεβοημένους ἐπὶ στρατηγίαις παριὼν καινήν τινα καὶ θαυμασίαν καὶ σοὶ προσήκουσαν ἐπίνοιαν ἐξεῦρες, δι' ἧς σοι τῶν πολεμίων ὀλίγα πονήσαντι κρατεῖν ἐξέσται, ἣν εἰ Σκηπίων Ἀφρικανὸς καὶ Πομπήϊος ὁ μάγνος καὶ Σύλλας καὶ εἴ τις ἄλλος ὑμνεῖται στρατηγὸς ᾔδεσαν Ῥωμαίων, οὐκ ἂν ἐκόπτοντο τοσαῦτα καὶ πολλοὺς ὑπέμενον πόνους καὶ κινδύνους, ἔθνη μεγάλα καὶ πολυάνθρωπα καταδουλούμενοι. εἰ γὰρ ἐξέσται σοι τὴν διάνοιαν τῶν πολεμίων ἐξ αὐτῶν καταμανθάνειν, αὐτός τε ἀήττητος μέχρι παντὸς διαμενεῖς καὶ τὴν Ῥωμαίων βασιλείαν οὐκ ἐν πολλῷ τῷ χρόνῳ μεγάλην τινὰ καὶ θαυμασίαν ἀποδείξεις, ὥσπερ δὴ καὶ ποιεῖς. ἔδει μὲν οὖν πρὸς τοσαύτην ἄνοιαν μηδένα ποιεῖσθαι λόγον. ἐγὼ δέ σοι τὴν ἀρχαίαν τάξιν τηρῶν καὶ χαριζόμενος ἐν πᾶσιν, εἰ μέλλοιμι καὶ αὖθις τῆς εὐεργεσίας ἀμοιβὰς ταῖς πρότερον ὁμοίας δέ 2.365 χεσθαι, τὴν ἐμὴν διάνοιαν ποιήσω φανεράν. ἐγὼ νομίζω οὐδὲν εἶναί σοι σπουδαιότερον καὶ λόγου ἀξιώτερον πολλοῦ, ἢ τοῦ πρὸς ἐμὲ πολέμου. τριῶν δὲ ὄντων, οἷς ἄν τις ἐπιχειρήσειε, τούτων οὐδὲν οἴομαι σοὶ λυσιτελεῖν. ἢ γὰρ εἰς Βυζάντιον ἀνάγκη ἀναστρέφειν, ἢ μένειν ἐν Θεσσαλονίκῃ, ἢ ἥκειν πρὸς ἐμὲ μαχούμενον. τοῦ μὲν οὖν τοσαῦτα χρήματα ἀναλωκότα καὶ πολλὰ φυσήσαντα καὶ νεανιευσάμενον καὶ τὴν Ῥωμαίων πᾶσαν ἡγεμονίαν συγκυκήσαντα παρὰ τοσοῦτον ἐγγὺς ἐλθεῖν τῶν πολεμίων, ἔπειτα ὥσπερ ἐπιλαθόμενον τῶν κόμπων τῶν προτέρων, κεναῖς ἐπανέρχεσθαι χερσὶ, μηδὲ θέαν γοῦν τῶν πολεμίων ὑπομείναντα, καὶ ταῦτα στρατιὰν ἄγοντα πολλὴν καὶ ἀγαθὴν καὶ τῶν πολεμίων πολλαπλασίω, οὐδὲν ἂν εἴη καταγελαστότερον, οὐδὲ μᾶλλον ἀδοξίαν οὐ Ῥωμαίοις οἶσον, ἐκεῖνοι γὰρ ἀεὶ γενναῖοι πρὸς τὰς μάχας καὶ τόλμης καὶ εὐψυχίας οὐδὲν ἐλλείποντες, ἀλλὰ σοὶ τῷ στρατηγῷ. καὶ πάντες εὐθὺς τὸ Χαβρίου τοῦ τῶν Ἀθηναίων στρατηγοῦ ἐροῦσιν, ὡς φοβερώτερόν ἐστιν ἐλάφων στρατόπεδον ἡγουμένου λέοντος, ἢ λεόντων ἡγουμένου ἐλάφου. εἰ δὲ μένειν ἐν Θεσσαλονίκῃ διανοήσῃ, πρῶτον μὲν τὸ κέρδος οὐχ ὁρῶ τῆς διατριβῆς. ἔπειτα μεγάλων ἀναλωμάτων χρεία πρὸς τοσαύτην στρατιὰν, καὶ ταῦτα ναυτικὴν, ἣν ἐκ τῶν δημοσίων τρέφεσθαι ἀνάγκη. καὶ τῆς ἠπειρώτιδος δὲ στρατιᾶς τοὺς ἐκ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης τρέφειν δεήσει μισθοφό 2.366 ρους τε οὐκ ὀλίγους ὄντας καὶ τοὺς ἄλλους, ἂν τῶν οἰκιῶν ἔξω χρόνον διατρίβωσι πολύν· ἢ κατεξαναστήσονταί σου, ὡς ἑκοντὶ βουλομένου διαφθείρειν, ἢ τά γε δεύτερα, ἂν μέτρια δοκιμάζωσι ποιεῖν, οἰχήσονται ἀπολιπόντες, βαλάντια κενὰ ἐπιδεικνύντες καὶ τὴν ἀπορίαν προβαλλόμενοι. οὐ μὴν δὲ, ἀλλὰ καὶ οἱ ἐκ Μακεδονίας καὶ Θεσσαλονίκης πάντες χρήματα αἰτήσουσι καὶ ἄλλας δωρεὰς, ἃς δίκαιον παρέχειν τὸν τὴν Ῥωμαίων ἄγοντα ἡγεμονίαν. πρὸς τούτοις δὲ καὶ πρὸς Κράλην πολλῶν δεήσει δώρων καὶ χρημάτων, ὥστε πείθειν πόλεμον αἴρεσθαι ἐμοί. οὐ γὰρ ἀρκέσουσιν αἱ πόλεις, ἃς προήσῃ. ἃ πάντα οἴομαι συνορῶντα, εἰ μὴ παντάπασιν ἔξω καθέστηκας φρενῶν, οὐκ