322
ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ ̓Απαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν ̓Αντιόχειαν ηλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς ̔Ρωμαίους οὐκ ἀντῆραν, διέφθειρε, καὶ τὴν βασιλείαν ἀνεκομίσατο, κἀν τῇ ̔Ρώμῃ στέφανον καὶ τοὺς τοῦ ̓Οκταβίου αὐτοέντας ἀπέστειλεν. οἱ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο. Μετὰ ταῦτα δ' ἐπὶ ∆αλμάτας οἱ ̔Ρωμαῖοι ἐστράτευσαν. τὸ δ' εθνος τοῦτο εστι μὲν ̓Ιλλυριῶν τῶν παρὰ τὸν ̓Ιόνιον κόλπον, ων τινας Ταυλαντίους ὠνόμαζον Ελληνες, εχονται δὲ τοῦ ∆υρραχίου ἐν μέρει. 2.324 αιτιον δὲ τοῦ πολέμου οτι τινὰς τῶν προσχώρων αὐτοῖς ἐν φιλίᾳ τοῖς ̔Ρωμαίοις οντας ἠδίκουν, συμπρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς ̔Ρωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο, ἀλλὰ καὶ τοὺς τῶν αλλων πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκιπίων ὁ Νασικᾶς ὑπέταξεν, ἐπ' αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν ειλε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ αλλα δὲ κατ' ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ' ἱστορίας αξια. ̓Εντεῦθεν αυθις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ εφερον ἐλαττούμενοι, ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἱ δὲ ̔Ρωμαῖοι ὡς τὰ αλλα κατὰ γνώμην εθεντο, οὐχ ἡσύχασαν, ἀλλὰ πέμψαντες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνεκάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευόμενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς επραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν επεισαν. ὡς δ' οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες ̔Ρωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφᾶς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο, εὐθὺς αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ο μαθόντες οἱ Καρχηδόνιοι, οὐκ ευ ὑπὸ τῆς συμφορᾶς εχοντες, κατέδεισαν, καὶ πρέσβεις ἐς τὴν ̔Ρώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ αλλοι γὰρ τῶν προσχώρων αὐτοῖς ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς ̔Ρωμαίοις ὑπείξειν ἐπλάτ2.325 τοντο. μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλλοντες, ῥᾷον απαντα ἐπηγγέλλοντο. Τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγαγούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιήσασθαι συνεβούλευεν, ὁ δὲ Κάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν ειπε μήτε λῦσαι τοῦ πολέμου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ῃτησαν. ους Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ελαβον. καὶ τοὺς μὲν εἰς τὴν ̔Ρώμην επεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν ̓Αφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πάντα αμα σφίσιν οσα ῃτουν ἐξέφηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ῃτησαν καὶ ελαβον, ειτα τὰς τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, ειτα τὰ οπλα προσῄτησαν. λαβόντες ουν πάντα, οἱ γὰρ Καρχηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην ειχον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ' ἐν μεσογείῳ οἰκοδομῆσαι ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέχουσαν. πρὸς τοῦτο δ' οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ' οὐδὲν ηνυον, ἀλλ' η πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο η ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς ̔Ρωμαίοις ὡς ηδη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρή2.326 σαντες τῶν τε σφετέρων ἀρχόντων ἐνίους ἀπέκτειναν, οτι μὴ κατ' ἀρχὰς τὸν πόλεμον ειλοντο, καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας ̔Ρωμαίους διέφθειραν, καὶ πρὸς τὸν πόλεμον ωρμησαν. διὸ τούς τε δούλους απαντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας κατήγαγον, καὶ τὸν ̓Ασδρούβαν στρατηγὸν