322
Τρύφων λέγει, οτι οὐ δύναται ἀπὸ τῆς δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ κατ' ορεσφι ἀντὶ τοῦ ἐκ τῶν ὀρῶν, καὶ οχεσφι ἀντὶ τοῦ ἐκ τοῦ αρματος. γίνεται δὲ omicron.1492 ουτως. ωσπερ ἀπὸ τοῦ θεόφατον γίνεται θέσφατον, ο σημαίνει τὸ ἐκ θεοῦ λεγόμενον, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ς, ουτως ἀπὸ τοῦ ορεος καὶ οχεος ἑνικῆς γενικῆς γίνεται ορεσφι καὶ οχεσφι κατὰ συγκοπὴν καὶ πλεονασμόν. Οχθοι. οἱ τραχεῖαι καὶ δύσβατοι πέτραι. Οχλοσ. ὁ συνεστραμμένος λαός. παρὰ τὸ χλῶ, τὸ πληθύω, καὶ ῥηματικὸν ονομα κατ' ἐπένθεσιν τοῦ ˉο οχλος. ἐκ δὲ τοῦ χλῶ καὶ τὸ καχλάζω κατὰ ἀναδιπλασιασμόν. ὁ δὲ ̔Ηρωδιανὸς παρὰ τὸ ελω, τὸ στρέφω, κατὰ πλεονασμὸν τοῦ χ, εχλω, ἀφ' ου ῥηματικὸν ονομα οχλος. Οχοσ. τὸ αρμα. παρὰ τὸ εχω. η παρὰ τὸ εχεσθαι. (Θηλυκόν.) ̓Οχή. ἡ τροφή. Ὀχετηγία καὶ ὀχετεία. ἡ αρδευσις. ̓Οχεία. ἡ μίξις. Οχθη. κρημνὸς, η τὰ χείλη τοῦ ποταμοῦ τὰ ἐξέχοντα. παρ' οχθας Σαγγάροιο. παρὰ τὸ εχω οχος, καὶ τὸ θηλυκὸν οχη, καὶ πλεονασμῷ τοῦ θ οχθη. ουτως ̔Ηρωδιανός. Οχνη. ειδος φυτοῦ. οιον ἀχόη καὶ οχνη κατὰ πλεονασμόν. εστι δὲ αλλη ἑτέρα, ητις απιος καλεῖται, οἱονεὶ ἡ ηκιστα πίνουσα. ̓Οχυρίσ. ἰσχυρὰ καὶ ὀχυρά. (Οὐδέτερον.) Οχημα. ἀνάβασις· αρμα. omicron.1493 Οχεα. τὰ αρματα. ̓Οχύρωμα. τὸ φρούριον. ( ̔Ρῆμα.) ̓Οχθήσασ. στενάξας. κακοπαθήσας. παρὰ τὸ αχθω βαρύτονον, ἀφ' ου περισπωμένως ἀχθῶ, ἐξ ου καὶ τὸ ἠχθέθην καὶ ηχθημεν καὶ ἀπήχθημεν. ἀχθήσας ουν καὶ ὀχθήσας κατὰ τροπήν. ̓Οχλεῦντο. ἐκινοῦντο. ̓Οχλίζω. τὸ κινῶ, η τὸ μετακινῶ. οθεν καὶ μοχλὸς ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας. οιον· ὀχλίζων λάϊγγας ἐρυκέμεν ορμον ἱκέσθαι, ορμον πετραίῳ στόνυχι τρίψε σφυρόν. στόνυξ δὲ λέγεται τὸ εἰς ὀξὺ λῆγον. ̓Οχμάζει. βαστάζει· μάχεται. ἐκ τοῦ εχω ὀχμὸς καὶ ὀχμάζω, προσθέσει τοῦ ˉμ. ̓Οχούμενος καὶ ἐποχούμενοσ. ὁ ἐπιβαίνων, ὁ καβαλλικεύων. ( ̓Επίῤῥημα.) Οχα. ἀντὶ τοῦ πάνυ καὶ ἐξόχως. Τὸ Ο μετὰ τοῦ Ψ. ( ̓Αρσενικόν.) ̓Οψαρτυτήσ. ὁ μάγειρος. ̓Οψιμαθήσ. ὁ βραδυμαθής. omicron.1494 ̓Οψοποιόσ. ὁ μάγειρος. Οψ. ἡ φωνή. καὶ κλίνεται ὀπός. ωψ δὲ ὁ ὀφθαλμὸς, μέγα. (Θηλυκόν.) ̓Οψιμάθεια. βραδυμάθεια. Οψισ. διάκρισις χρωμάτων καὶ σχημάτων καὶ ογκων. παρὰ τὸ απτω, τὸ συνάπτω, αψις καὶ οψις. ἡ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. η παρὰ τὸν οψω μέλλοντα. † Οψισ. ἡ θεωρία.† † Οψισ. ἡ αισθησις τοῦ ὀφθαλμοῦ, δι' ης ἀντιλαμβανόμεθα τῶν ὁρατῶν. οθεν φαμέν· ἀνεκόπη ἡ οψις τῶν ὀφθαλμῶν, ηγουν ἡ ορασις.† † Οψισ. καὶ ὁ ονειρος. ὡς εστιν εὑρεῖν, ὡς ἐπιστᾶσα θεία οψις τῷ ἁγίῳ παρεγγυᾶται.† ̓Οψίασ. οιον ἑψία τις ουσα. παρὰ τὸ επω, τὸ ἀκολουθῶ, εψω, ἑψία, ἡ οπισθεν ουσα καὶ ἐπακολουθοῦσα ἀπὸ τῶν εργων. ὀψίας δὲ γενομένης. οθεν καὶ πρωΐα τὸ ἐναντίον λέγεται κατάστημα, παρὰ τὸ προϊέναι ἐπὶ τὰ εργα. ̓Οψοδεΐα. ἡ ελλειψις τῶν οψων. ὀψοδεία δὲ, δίφθογγον. (Οὐδέτερον.) ̓Οψαρίδιον. τὸ μικρὸν ὀψάριον. omicron.1495 Οψεον. μέρος τοῦ σώματος. ̓Οψιγέννητα. βραδυγέννητα. καὶ ὀψιαίτατον καὶ ὀψιτελέστατον. Οψιμον. βραδυχρόνιον. ̓Οψίκιον. ..... Οψον. προσφάγιον. κυρίως δὲ λέγεται πᾶν τὸ πυρὶ κατασκευαζόμενον. παρὰ τὸ εψον τι ον, η παρὰ τὸ ὀπτῆσαι ὠνόμασται. ̓Οψώνια. κέρδη, χαρίσματα, σιτηρέσια. καὶ ὀψώνια ὁ καρπός. ἀποστολικὴ ἡ λέξις· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. ( ̔Ρῆμα.) Οψεαι. ἀντὶ τοῦ θεάσῃ καὶ οψει. omicron.146 ̓Οψείω. ἐπιθυμῶ ἰδεῖν. ̓Οψείοντεσ. ἰδεῖν θέλοντες· ὀπτικῶς εχοντες. ἐκ τοῦ οψω παράγωγον ὀψείω. τὰ γὰρ τοιαῦτα γίνεται καὶ ἀπὸ ἐνεστώτων καὶ μελλόντων. οιον ὀκνῶ ὀκνείω, οψω ὀψείω. εως δὲ τοῦ παρακειμένου τὰ τοιαῦτα κλίνονται. Οψονται. ἀντὶ τοῦ σχῶσιν η καὶ ἀπολαύσωσιν. ὡς τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, οτι αὐτοὶ τὸν θεὸν οψονται. ̓Οψέ. μόλις· βραδέως. ̓Οψὲ σαββάτων. ἐσχάτων τῶν ἡμερῶν. εθος γὰρ ̔Εβραίοις τὴν ολην ἑβδομάδα μίαν ἡμέραν καλεῖν. pi.1495 Π. Τὸ Π μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Παγκρατιασταί. ἀθληταὶ, ἀγωνισταί. Παγετόσ. τὸ ψύχος. ἐκ τοῦ πήσσω, τὸ πηγνύω. Πάγουροι. παρὰ τὸ οὐρεῖν,