322
γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πα τρός μου τοῦ ἐν οὐρανοῖς." ∆ιὸ ἐπήγαγεν· ιθʹ. "Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐ τούς." Οἱ τὸν θεῖον ἔχοντες φόβον πρότεροι, ποιοῦσι τοῦ Θεοῦ τὸ θέλημα. Ἐπειδὴ τοίνυν συμβαίνει αὐτῶν ὁ σκοπὸς πρὸς τὸ θεῖον θέλημα, ἀναγκαίως αὐτῶν ὁ ∆εσπότης πληροῖ τὰ θελήματα. Οὐδὲν γὰρ ἐναν τίον οἷς βούλεται θέλουσιν. κʹ. "Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει." Ἔδειξε πῶς δίκαιος ὁ Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἴδιον γὰρ τοῦ δικαίου τὸ πρόσφορον ἀπονέμειν ἑκάστῳ, οὗ δὴ χάριν τοὺς μὲν εὖ περὶ αὐτὸν διακει μένους φρουρεῖ, καὶ φυλάττει, καὶ τῶν ἐπιβούλων ἐλευθεροῖ· τοὺς δὲ τὴν ἐναντίαν ἀσπαζομένους ὁδὸν τιμωρίαις ἐκδίδωσιν. καʹ. "Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." Ἐγὼ μὲν οὖν, φησὶ, τόνδε τὸν ὕμνον συγγέγραφα. Προσήκει δὲ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ἀεὶ τῇ δοξολογίᾳ γεραίρειν τὸν ποιητὴν, καὶ πρόσφορον σέβας τῷ θείῳ προσφέρειν ὀνόματι. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα οὐκ Ἰουδαίοις τὸν ὕμνον ἀπένειμεν, ἀλλὰ πᾶσαν σάρκα εἰς τὴν ὑμνῳδίαν ἐκάλεσε. ∆ήλη τοίνυν ἡ πρόῤῥησις τῇ ἐκβάσει μαρτυρουμένη. Ἐν ἅπασι γὰρ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι, κατὰ τὴν προ φητείαν, ὁ τῶν ὅλων ὑμνεῖται Θεός.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΕʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται Ἀγγαίου καὶ Ζαχαρίου.
Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευ ταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξαπλῷ. Ὑμνεῖν μὲν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύε ται τὸν τῶν ὅλων Θεόν. Τοῦτο γὰρ καὶ ἡ ἐπιγραφὴ δηλοῖ. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρ μηνεύεται, ὡς πολλάκις εἰρήκαμεν. βʹ. "Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον." Ἡ χάρις τοῦ Πνεύματος πᾶσιν ἡμῖν παρεγγυᾷ, εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἡμᾶς αὐτοὺς διεγείρειν. "Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω." Ἐν τῷ ἕκτῳ ἔφη ψαλμῷ, "Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;" Τούτου χάριν κατὰ τὸν τῆς ζωῆς χρόνον ὑμνεῖν διδασκόμεθα τὸν Θεὸν, ἕως ἂν τοῦδε τοῦ βίου τὸ 80.1976 πέρας δεξώμεθα. "Μὴ πεποίθατε ἐπὶ ἄρχοντας." Ἀγαθὴ παραίνεσις, Οὔτε γὰρ ἀεὶ οἱ ἄρχοντες ἄρ χουσιν, ἀλλὰ πρόσκαιρον ἔχουσιν ἐξουσίαν, οὔτε πάντες οἱ ἄρχοντες τιμῶσι τὸ δίκαιον. Ἵνα δὲ προσῇ καὶ ἀμφότερα, χρὴ τῆς φύσεως ἰδεῖν τὸ ἐπίκηρον. Τοῦτο γὰρ ἐπιφέρει. γʹ. "Ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτη ρία." Βλέπε τὴν φύσιν, καὶ μὴ θάῤῥει τῇ ἐξουσίᾳ. "Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη," καὶ "Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ." δʹ. "Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέ ψει εἰς τὴν γῆν αὑτοῦ." Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ. Ταύτης δὲ ἐξιούσης, εἰς τὴν οἰκείαν συγγέ νειαν τὸ σῶμα χωρεῖ, κατὰ τὴν θείαν ἀπόφασιν, "Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." -"Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ." Τῆς γὰρ ψυχῆς ἀποζευχθείσης, καὶ τοῦ σώματος δια λυθέντος εἰς κόνιν, ἐδείχθη ματαία τῶν λογισμῶν ἡ φαντασία. Τοῦτο καὶ διὰ τῆς παραβολῆς ἡμᾶς ὁ Κύ ριος ἐδίδαξεν. Εἰσαγαγὼν γὰρ τὸν πλούσιον, οὗ ηὐ φόρησεν ἡ χώρα, λογιζόμενον καταλῦσαι τὰς ἀποθή κας, καὶ μείζονας οἰκοδομῆσαι, ἐπήγαγεν· "Ἄφρον, ταύτην τὴν νύκτα ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται;" Καὶ τῶν ἄλλων δὲ ἀνθρώπων, οἱ μὲν ἀρχὰς καὶ δυναστείας, οἱ δὲ κτή σεις ἀγρῶν καὶ οἰκοδομίας φαντάζονται· οἱ δὲ τὰς ἐν πολέμοις ὀνειροπολοῦσι νίκας, ἄλλοι δὲ τοῖς ἐχθροῖς τεκταίνουσιν ὄλεθρον· ἀλλ' ἐπιὼν ἐξαπιναίως ὁ θά νατος ἀτέλεστον τῶν λογισμῶν τὴν φαντασίαν ἐᾷ. Οὕτω δείξας τῆς ἐπ' ἀνθρώποις ἐλπίδος τὸ μάταιον, τῆς εἰς τὸν Θεὸν πεποιθήσεως τὸ ὀνησιφόρον ἐπι δείκνυσιν. εʹ.