322
τῆς μακαρίας ἐν ταῖς νυκτοπορίαις, ὡς ἂν κἀντεῦθεν κάμπτοιτο πρὸς ἔλεον θεός. τί δὲ τὸ οἰκοῦρον; τί δὲ τὸ τεκνοτρεφές; τί δὲ τὸ πρὸς τοὺς δούλους περιποιητικόν, τό τε ἁπλοῦν τοῦ ἤθους καὶ χαρίεν πρὸς τοὺς φίλους καὶ συναπτικὸν τοῦ γένους, ἄφθονόν τε πρὸς τὰς ἰσοκλεεῖς καὶ τὸ περὶ πάντα σεμνοπρεπές τε καὶ κόσμιον; ἅπερ ὑπὲρ ἐμπλοκίων χρυσέων καὶ διακοσμήσεων μαργαριτῶν καὶ ἐσθήτων πολυτελῶν διεκόσμει ὄντως τὴν ἀοίδιμον ἐκείνην καὶ οἴκοι μένουσαν, καὶ προόδους ποιουμένην, καὶ ἐν βασιλείοις αὐλαῖς ὁρωμένην. Ἀλλ' ὅμως οἴχεται ταῦτα πάντα καὶ ἐγενόμεθα, περιπαθῶς εἰπεῖν, ἡμιθνεῖς καὶ ἀπερρωγότες, μᾶλλον δέ, ψαλμικῶς εἰπεῖν, ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, ὁρῶντες τὴν οἰκίαν ἔρημον τῆς προστατούσης, τὰ τέκνα πρὸ ὀφθαλμῶν ὑμῶν περικυκλοῦντα καὶ περικυκλούμενα, οὐκ ἔχοντα ποῦ ἀπερείσειεν τὰς χεῖρας, ὅθεν λάβοιεν μητρικὸν ποππυσμόν, γαλουχικὸν ἐμψύχωμα. στυγνὴ ἡ ἑστία οἱονεὶ ἡλίου αὐτὴν ἀπολιπόντος, κελαδεῖ δὲ οὐδεὶς ἔν τε τοῖς ὠσὶ σοῦ τε καὶ τῶν τέκνων καὶ πάντων τῶν ὑποχειρίων, ἀπούσης ἐκείνης τῆς ὄντως καλλιφώνου καὶ τερπούσης τοὺς ἐπαΐοντας τῇ ὡς ἀληθῶς ἐμμελεῖ διαλέξει τε καὶ ὑπαντήσει. ἐλεεινὰ ταῦτα πάντα ὄντως καὶ στενακτικά, καὶ τροπολογούμενα καὶ διανοούμενα. Ἀλλὰ τί πάθωμεν, ὦ δέσποτα; θεοῦ πρόσταγμά ἐστιν, μᾶλλον δὲ ἀπόφασις, διὰ τοῦ θείου ∆αυὶδ ᾀδομένη· οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. οὕτω πᾶς τις ἀπὸ Ἀδὰμ τοῦ προ πάτορος ἡμῶν μέχρι τοῦ δεῦρο, εἰσελθὼν εἰς τὸν κόσμον διὰ γεννήσεως, πάλιν ἔξεισι δι' ἀναλύσεως εἰς τὸν ἐκεῖσε κόσμον ὑψηλότερόν τε καὶ θεοειδέστερον· σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. ἰσάγγελοι γὰρ ἐσόμεθα καὶ υἱοὶ τῆς ἀναστάσεως, τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς καταποθέντος. Ὁρᾷς, ὦ δέσποτα, ὅτι, εἰ καὶ ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία, ἀλλ' εἰς φῶς ἐξελήλυθεν ἀπὸ σκότους καὶ ἀπὸ ζωῆς ἐπικήρου εἰς ἀθάνατον λῆξιν; ἐκεῖ αὐτὴν ὄψῃ μικρὸν ὕστερον μεταβαίνων καὶ αὐτός. ὥστε μὴ λυπώμεθα καθὼς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα, ἐλπίζοντες τῇ ἀναστάσει βελτιωθῆναι εἰς ἀπήμονα ζωήν, εἰς ἑαυτοὺς δὲ μᾶλλον, ὑπομνήσκω, γενώμεθα καὶ τῆς οἰκίας ἀντεχώμεθα καὶ τῶν παίδων φροντίσωμεν καί, πρό γε πάντων, τῆς οἰκείας τιμίας ψυχῆς, κατ' ἐκείνην τὴν μακαρίαν ἀρεταῖς κοσμούμενοι καὶ τούτῳ χαίροντες, ὅτι παρεπέμψαμεν ὁμόζυγον ἱκέτιδα πρὸς θεὸν καὶ ὑπόδειγμα καλοῦ βίου ἐπαφήσασαν ἡμῖν τε καὶ πᾶσι τοῖς γνωρίμοις. 498 {1Τῇ τουρμαρχίσσῃ τῆς Ἑλλάδοσ}1 Ὅσον ἀπὸ λόγου ἀσυνοψίσεως οὐκ ἐμέλλομεν ἐπιστέλλειν τῇ τιμιότητί σου, ἄγνωστοι ἀλλήλοις καὶ ἀσυνήθεις· ἀλλ' ἐπειδὴ ἐκ θεοφιλοῦς προσώπου καὶ ἐγνωσμένου ἡμῖν, λέγω δὴ τῆς ἀγχιστευούσης σοι πανευφήμου πατρικίας καὶ τῆς ταύτης κυρίας εὐλογημένης θυγατρός, ἡ προτροπή, εἶτα καὶ ἐξ αὐτοῦ τοῦ γραμματηφόρου Ἰγνατίου, τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ, ἡ πρὸς ἡμᾶς σου τοὺς ταπει νοὺς προσηγορία ἐγεγόνει, ἀναγκαίως ἤλθομεν ἐπὶ τὸ γράψαι λόγον παρακλήσεως τῇ τετρυχωμένῃ σου ψυχῇ ἐκ τοῦ συμπεσόντος αὐτῇ πάθους εἵνεκα τοῦ μακαρίου υἱοῦ τοῦ τεθνεῶτος ἐν τῷ πολέμῳ. Ἀλλὰ ποῖον ἂν καὶ ἐξευρεθείη φάρμακον παραμυθίας εἰς ἴασιν τῆς δυσιάτου πληγῆς; ὢ τῆς καὶ ἐν ἀκοῇ μόνῃ ἐξηγορουμένης συμφορᾶς. ᾤχετο ἔντιμον σπέρμα, μητρῷος ὀφθαλμός, ἐγκάρδιον σπλάγχνον, κλάδος εὐφυής, ὅλον δι' ὅλου τῆς τεκούσης τὸ φῶς, φέρον τοὺς πατρῴους ἐν ἑαυτῷ χαρακτῆρας καὶ τὴν ἐρημίαν τῆς χηρείας καθ' ὅσον οἷόν τε ὑποτεμνόμενον καὶ ὅλου τοῦ βίου ὂν παραμύθιον κατά τε τὴν ἰδίαν ἑστίαν καὶ τοὺς ἀφ' αἵματος. καὶ τί γέγονεν; ἀπέπτη τῶν μητρικῶν ὀφθαλμῶν, ἐξεκόπη τῆς ἀγαθῆς ῥίζης καὶ οὐδὲ κατ' ὀφθαλμοὺς ὁ θάνατος, ἐφ' ᾧ καὶ παρηγορίαν διὰ τῶν ἐξοδίων ῥημάτων καὶ τῆς ὁσίας ταφῆς ἐρανίζονται οἱ τοὺς οἰκείους προπέμποντες. νῦν δὲ μετὰ τῶν ἄλλων