323
ἂν ἑλέσθαι τὴν ἐπιπλεῖον ἐν Θεσσαλονίκῃ διατριβὴν, καὶ ταῦτα μηδὲν μέγα μέλλοντα κατορθοῦν. λείπεται δὴ τὸ τρίτον, παρασκευασάμενον ἥκειν ἐπ' ἐμὲ, ὡς περὶ τῶν ὅλων διακινδυνεύσοντα. τοῦτο δ' εὐχῆς ἔργον εἴη ἂν ἐμοὶ καὶ μάλιστα καθ' ἡδονὴν, εἰ μόνον περὶ Βέῤῥοιαν τρεῖς ἡμέρας διατρίψεις, ἄχρις ἂν παρασκευασάμενος καὶ αὐτὸς ἀπαντήσω πρὸς τὴν μάχην. εἰ γὰρ μετὰ ταύτας τὰς ἡμέρας οὐ μαχέσομαι ἐλθὼν ἐπὶ τὸ στρατόπεδον τὸ σὸν, αἰσχύνης ἄξιος ἂν εἴην, ὃ πάσης ἄλλης ἐμοὶ βαρύτερον ζημίας. μόνον δέομαί σου στρατηγεῖν αὐτὸν ἐπὶ τὸν πόλεμον καὶ μὴ ἄλλους ὠθήσαντα πρὸς τοὺς κινδύνους, αὐτὸν ἔξω καθῆσθαι τῶν ἀγώνων θεατὴν, ὥσπερ οἱ τοὺς γυμνικοὺς 2.367 ἀγῶνας διατιθέντες. σοὶ μὲν οὖν οὕτω πανταχόθεν περιέστηκε τὰ πράγματα στενὰ καὶ συμβέβηκέ σοι τὸ τοῦ μύθου. ἰξευτῇ γάρ φασί τινι στρουθίου κεκρατηκότι, φωνῇ χρησάμενον τὸ στρουθίον ἀνθρωπίνῃ, προσειπεῖν, ὡς ἄρα πέπρωται αὐτῷ, δήσαντι μὲν καὶ κατέχοντι, τὸν παῖδα ἀποθνήσκειν, ἀπολελυκότι δὲ, τὴν γυναῖκα, ἀβουλίᾳ δὲ τῇ μεγίστῃ χρησαμένῳ καὶ κτείναντι, αὐτὸν αὐτίκα ἀποθνήσκειν. τὸν ἰξευτὴν δὲ τὴν πανταχόθεν ἀπορίαν συνιδόντα, μέγα ἀνοιμῶξαι καὶ τὴν ἡμέραν ἐκείνην ἐπαράσασθαι, ἐν ᾗ τὸ στρουθίον εἷλεν, ὡς μεγάλων αἴτιον αὐτῷ συμφορῶν γεγενημένην. τοῦτο δ' οἶμαι τὸν συντεθεικότα τὸν μῦθον διὰ τούτου βούλεσθαι δηλοῦν, ὡς πολλοὶ τῶν ἀνθρώπων, ἐκ τοῦ μείζοσιν ἢ καθ' ἑαυτοὺς πράγμασιν ἐπιχειρεῖν, ἀκουσίοις καὶ μεγάλαις περιπίπτουσιν ἀνάγκαις· αἳ καὶ σοὶ μάλιστα συνέβησαν ἐκ τοῦ τοιούτου. ἐμοὶ δὲ τοὐναντίον ἅπαν πάντα εὔπορα καθέστηκεν. ἄν τε γὰρ πρὸς Βυζάντιον ἐπανίῃς, σοῦ κατόπιν καὶ αὐτὸς ἐπ' ἐκεῖνο βαδιοῦμαι· ἄν τε μένῃς ἐν Θεσσαλονίκῃ, οὐδεμία τις ἔμοιγε ἔσεται βλάβη ἡ ἀπορία, τῆς ἐμοὶ συνούσης στρατιᾶς ἐν οἰκίαις διαγούσης καὶ τρεφομένης ἐκ τῶν προσόδων, ἃς ἐτησίους ἔχουσιν. εἰ δὲ καὶ εἰς χεῖρας ἐμοὶ ἰέναι σοὶ φίλον, κἀμοὶ φίλτερον οὐδὲν ἔσται, οὐδὲ μᾶλλον αἱρετὸν, μόνον εἰ αὐτὸς στρατηγοίης πρὸς τὸν πόλεμον. σὺ μὲν οὖν ὅ,τι διανοοῦμαι πράττειν ἤρου περὶ ἐμαυτοῦ· ἐγὼ δέ σοι καὶ ἃ σὲ δίκαιον ποιεῖν προσέθηκα, μᾶλλον δὲ ἀναγκαῖον. 2.368 τούτων γὰρ χωρὶς οὐδὲν ἕτερον ἐξέσται πράττειν.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὴν ἐρώτησιν ἐκείνου ἀπεκρίνατο. ξʹ. ∆οὺξ δὲ ὁ μέγας ἐπεὶ πύθοιτο παρὰ Συναδηνοῦ τὰ εἰρημένα, ἐδυσχέρανε μὲν ἐπιπολὺ, τὴν ἀπορίαν ἤδη καὶ αὐτὸς τὴν πανταχόθεν συνορῶν· ὅμως τῶν περὶ αὐτὸν τοὺς μάλιστα ἐν λόγῳ συναγαγὼν καὶ πάντα ἔκφορα θέμενος, ὅσα ὁ βασιλεὺς διαλεχθείη, ἐπέτρεπεν ἕκαστον ὅ,τι ἂν δοκῇ συνοίσειν λέγειν. οἱ μὲν οὖν ἄλλοι, καὶ πρὶν Καντακουζηνὸν, ἔφασαν, τοιαῦτα εἰρηκέναι, αὐτοὺς πρὸς ἀλλήλους περὶ ὧν πράττειν δέον νυνὶ βουλευομένους, πρὸς τὴν ἴσην ἀπορίαν πανταχόθεν ἄγεσθαι. πολλῶν γὰρ ἀναλωμάτων χρεία πρὸς τοσαύτην στρατιὰν καὶ οὕτω πολυδάπανον, εἰ μέλλοιμεν ἐνταῦθα διακαρτερεῖν· πρὸς ἃ οὐκ ἐξαρκέσειν τὰ κοινὰ ἡμῖν χρήματα οἰόμεθα. Μονομάχος δὲ ὁ μέγας κονοσταῦλος, συνέσει τε τῶν ἄλλων ὑπερέχων καὶ πρὸς στρατηγίας οὐδενὸς λειπόμενος τῶν τότε, καὶ διὰ ταῦτα καὶ παρὰ βασιλέως Ἀνδρονίκου πολλῆς ἀπολαύων εὐμενείας καὶ πόλεων διοικήσεις καὶ στρατοπέδων ἡγεμονίας πιστευόμενος ἀεὶ, «τὸ κολακείαις» εἶπε «καὶ ἀπάταις χρῆσθαι καὶ ἕτερα μὲν φρονεῖν περὶ τῶν πραγμάτων, ἄλλα δὲ λέγειν, χαριζόμενον τοῖς ἄρχουσιν, οὐ μόνον ἀγεννῶν καὶ ἀνελευθέρων εἶναι νενόμικα ἀνθρώπων, ἀλλὰ καὶ τοῖς πράγμασι τὰ ἔσχατα λυμαίνεσθαι. πολλοὶ γοῦν Ῥωμαίων καὶ βασιλεῖς καὶ στρα 2.369 τηγοὶ πολλοῖς καὶ μεγάλοις συνεσχέθησαν δεινοῖς διὰ τὴν 2.369 νόσον ταύτην καὶ τῷ ὑπηκόῳ προσδιέφθειραν καὶ ἑαυτούς. ὅτε τοίνυν οὕτω δεινὴ ἡ ἐκ τῆς κολακείας βλάβη, δέον αὐτὴν καὶ ἡμᾶς ἀποθεμένους, ἄνευ τινὸς περικαλύμματος, ἃ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἅπασι Ῥωμαίοις οἰόμεθα συμφέρειν λέγειν. εἰ δέ τις ἐκ τῶν λόγων ἕψεται ἀνία, οὐ χρὴ τοῖς λόγοις προσλογίζεσθαι, οὐδὲ τῇ γνώμῃ τοῦ εἰπόντος, ἀλλ' αὐτῇ τῇ φύσει τῶν πραγμάτων. οὐ γὰρ τὰ πράγματα πέφυκε γίνεσθαι οἷοίπερ οἱ