323
αυθις ειλοντο, καὶ οπλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμάσαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου, καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες, δι' ἐλαχίστου πάνθ' οσων εχρῃζον κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός, ἀλλὰ καὶ τοὺς ἀνδριάντας πρὸς τὴν χρείαν τοῦ χαλκοῦ συνεχώνευσαν καὶ ἐς τὰς σχοίνους τῶν γυναικῶν ταῖς κόμαις ἐχρήσαντο. οἱ δ' υπατοι τὸ μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπίσαντες μόνας ἡτοιμάσαντο κλίμακας, ὡς δι' αὐτῶν τοῦ τείχους εὐθὺς ἐπιβησόμενοι, επειτα δὲ προσβαλόντες καὶ ὡπλισμένους σφᾶς καὶ τὰ πρὸς πολιορκίαν εχοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτράποντο, καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, ὁ γὰρ ̓Ασδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει, προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπείρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς εβλαψε, Μάρκιος δ' ἐκ θαλάσσης κατὰ τὸ λιμνῶδες προσπεσὼν κατέσεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελθόντες ἀνθρώπους τε συχνοὺς εκτειναν καὶ μηχανήματα πλεῖστα κατέπρησαν. ἀλλ' οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ ̓Ασδρούβου καὶ τῶν ἱππέων εἰῶντο σκεδάννυσθαι, ουτε μὴν ὁ Μασινίσσας αὐτοῖς ἐπε2.327 κούρησεν. οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέκλητο, καὶ πρὸς τὸν ̓Ασδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέτρεψαν. Οἱ δ' υπατοι διά τε τὰ συμβάντα καὶ οτι τὸ ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνόσησεν ελυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι η τὴν παραλίαν κακῶσαι, ὡς οὐδὲν ηνυεν, ἀπέπλευσεν οικαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανίλιος δὲ ωρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ' ὑπὸ ̔Ιμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ον καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπανελήλυθε. κἀκεῖ δὲ εξωθεν ὁ ̓Ασδρούβας, ενδοθεν δ' ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες ουν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλθον, καὶ συχνοὺς ἀποβαλόντες, αοπλοι γὰρ οἱ πλείους ησαν, εἰς τὸ τεῖχος αυθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ ̓Ασδρούβᾳ συμμίξαι μάλιστα ειλετο, καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολεμήσειν ἐνόμιζε. καί οἱ προσέμιξε· πρὸς δέ τι φρούριον ἀναχωροῦντι ἐπακολουθήσας, ελαθεν εισω χώρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ αν διεφθάρη, εἰ μὴ Σκιπίων ὁ τοῦ ̓Αφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο, ἀνὴρ αριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, αριστος δὲ χειρουργῆσαι· καὶ γὰρ τῷ σώματι ερρωτο, ἐπιεικής τε καὶ μέτριος ην· δι' α καὶ τὸν φθόνον ἐξέφυγεν. ισος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ 2.328 ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθενέστερος δὲ τῶν μειζόνων ἠξίου ειναι. ὁ ουν Μανίλιος καὶ ειπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ ̔Ρώμῃ μή τι ἀποκρυψάμενος καὶ ταλλα καὶ τὰ κατὰ Μασινίσσαν καὶ τὸν Φαμέαν· α εσχον ουτως. Θνήσκων ὁ Μασινίσσας ἠπόρει οπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· ον ὁ υπατος εστειλεν. ἀλλ' ὁ Μασινίσσας πρὶν ἐλθεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ εδωκε, τὰ δ' αλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι αρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ ουν Σκιπίων κατανοήσας τὰς προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτῶν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογιμωτάτων οντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτάτου δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε οντι καὶ φιλοπλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τῷ δὲ μετ' αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ οντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέδωκε. τοῖς δ' ἀδελφοῖς αὐτῶν πολλοῖς ουσι πόλεις τινὰς καὶ χώρας ενειμε. καὶ τὸν Γουλούσσαν