323
ο ἐστι φυλάσσειν ἐν τοῖς πάγοις· πάγοι δὲ οἱ κρημνώδεις τόποι. Παιάν. υμνος ᾀδόμενος εἰς ̓Απόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ, κατὰ τὴν φλυαροκοπίαν τῶν ̔Ελλήνων. Παῖσ. ἀπὸ ἐτῶν εʹ εως ἐτῶν ιδʹ. παρὰ τὸ παίζω. Παίονεσ. γένος Λατῖνον η εθνος Θρᾳκικόν. οἱ pi.1496 δὲ Μακεδόνας. τινὲς δὲ τοὺς νῦν καλουμένους Πανονίους. Πανόνιοι δὲ οἱ Βούλγαροι. Παιδοτρίβησ. γυμναστής· παιδαγωγός· ἀλείπτης. Παῖσ. παρὰ τὸ παίζω, παίσω, ἀποβολῇ τοῦ ω παῖς. φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν. η παρὰ τὸ πάλλεσθαι. εὐκίνητος γὰρ ἡ ἡλικία. ὁ δὲ ̔Ηρωδιανός· παρὰ τὸ βαίειν γίνεται βαῖς καὶ παῖς κατὰ τροπὴν τοῦ ˉβ εἰς ˉπ. Παιδολετῆρα. παιδοφθόρον. Παιγνημονέστατοσ. ὁ τῶν παιγνίων ἐπιστήμων. pi.1497 Πάϊσ. ὁ παῖς. Παιδνόσ. ὁ εὐγενὴς η νεώτατος παῖς. παρὰ τὸ παίζω παιδνὸς, ὡς ἀλαπάζω ἀλαπαδνός. ουτω Φίλων. Παιήων. ὁ τῶν θεῶν ἰατρός. ἀπὸ τοῦ παύω Παιὼν, καὶ πλεονασμῷ τοῦ ˉη Παιήων. Παιπαλόεισ. ὁ τραχύς. κατὰ πλεονασμὸν τοῦ ˉπ. παρὰ τὸ αἰπὸς, ο σημαίνει τὸ μέγα καὶ τραχὺ, οιον· -αἰπὰ ῥέεθρα. γέγονε παιπαλόεις κατὰ πλεονασμὸν τοῦ ˉπ. Παλαιόσ. ἀρχαῖος. καὶ παλαιὸς ανθρωπος ἡ ἁμαρτία, ωσπερ καὶ νέος ανθρωπος ἡ ἁγνεία καὶ ἀρετή. Παλιγκάπηλοσ. ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πωλῶν· ὁ μεταβολεύς. Παλίμβολοσ. ἀσύστατος, ἀκατάλληλος, εὐπερίτρεπτος. Παλίνορσοσ. παρὰ τὸ ορω, τὸ ὁρμῶ, οθεν καὶ τό· -ἐξώρετο θεῖος ἀοιδός. γίνεται ονομα ὀρτὸς καὶ παλίνορτος. καὶ εδει διὰ τοῦ ˉτ, ιν' ῃ ὁ πάλιν ὡρμημένος. ἐγὼ δέ φημι παλίνορσος ἀπὸ τοῦ ορσω. Πάλοσ. ὁ κλῆρος. παρὰ τὸ πάλλω, ἐπειδὴ ἡνίκα ἀνακληθῶσιν οἱ κλῆροι πάλλονται. Παλαμναῖοσ. φονεὺς η ἰσχυρός. ἀπὸ τοῦ πάλῃ καὶ τῇ παλαίστρᾳ ἐπιμένειν καὶ καρτερεῖν. pi.1498 Παλαιφάτουσ. ἀρχαίους, παλαιούς. μυθολογεῖται, οτι οἱ παλαιοὶ ανθρωποι ἐκ δρυῶν καὶ λίθων ἐγένοντο. παλαιφάτους δὲ λέγει τοὺς ἐκ παλαιῶν χρόνων πεφημισμένους. Παλινορμένω. ἀντὶ τοῦ οπισθεν ὁρμῶντας. Πανομφαίῳ. παμφήμῳ. ἀπὸ τῆς ὀμφῆς. Παντοδαπῶν. παντοίων. Πανοῦργοσ. ὁ φρόνιμος. η καὶ ὁ πονηρός. Πανώλησ. ὁ ὀλέθριος. καὶ κλίνεται πανώλου. καὶ πανώλεθρος. Πανημέριοσ. δι' ολης τῆς ἡμέρας. Πανόνιοι. οἱ Βούλγαροι. Πανάποτμοσ. αθλιος, δυστυχής. Πανδερκήσ. ὁ τὰ πάντα ὁρῶν. Πανόπτησ. πολυόφθαλμος. Πανέφθου. ἑψητοῦ καὶ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν. ̔Ηρόδοτος δὲ ἀπέφθου. ̔Ησίοδος δὲ πανέφθου. γέγονε δὲ παρὰ τὸ εψω, ἑψήσω, ἑψητός· ὡς ἀγάπω, ἀγαπήσω, ἀγαπητός· καὶ τροπῇ τοῦ ψ εἰς φ καὶ πλεονασμῷ τοῦ θ ἑφθητὸς, καὶ ἐν συγκοπῇ εφθος, καὶ ἐν συνθέσει πάνεφθος, πανέφθου. Πάππα. προσφώνησις τιμητικὴ τῶν υἱῶν πρὸς πατέρα. ουτω δὲ λέγεται παρὰ Συρακουσίοις ὁ πατὴρ, πᾶς, καὶ κατὰ ἀναδιπλασιασμὸν τοῦ π πάππας. pi.1499 Παράσιτοι. οἱ κόλακες. †φλύαροι η κλοτζοκόποι.† Παράφοροσ. μωρός. η ὁ μανικός. κατάφωρος δὲ μέγα. Παρακείμενοσ. συμπληρούμενος ηδη, διὰ τὸ παρακεῖσθαι αὐτῷ τὴν συμπλήρωσιν. Παρατατικόσ. ὁ παρατεταμένος, ὁ ἀπλήρωτος, η ὁ παρὰ μικρόν. Παράφρων. ἀνόητος η μαινόμενος. Παραχαράκτησ. ὁ διαστροφεύς. Παραλογιστήσ. ὁ ἀπατεών. Παραγράπτουσ. νόθους, ξένους, καὶ παρεγγράπτους. pi.1500 Παραβύστῳ. ἀποκεκρυμμένῳ. ἐν παραβύστῳ τόπῳ. Παράουροι. χαῦνοι η παραφύλακες. Παρασάγγασ. ειδος μέτρου περσικοῦ· ο ἐστι στάδια τριάκοντα. ὁ δὲ σταθμὸς εχει μίλια εἰκοσιοκτὼ ημισυ κατὰ ̔Ηρόδοτον καὶ Ξενοφῶντα. Παραλογισμόσ. ἀπάτη λογισμοῦ. Παραπλήξ. ὁ παράφρων. καὶ παραπλῆγες οἱ πεπληγμένοι τόποι καὶ μὴ προσάντεις. Παραβλῶπεσ. στραβοί. παρὰ τὸν βλέπω μέλλοντα, καὶ τροπῇ τοῦ ˉε εἰς ˉο καὶ ἐκτάσει βλώψ· ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ τοῦ ἐλεειpi.1501 νοὶ φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα καὶ τὰς θέας αὐτῶν εχοντες. Παράῤῥητοι. παραμυθητικοί· παραινετικοί. Παραλλήλουσ. ἀκολούθους· ἐξίσου· ὁμοίως. παραλλήλους μὲν βίους λεκτέον καὶ ανδρας παραλλήλους, οὐκέτι δὲ κατὰ τὰς αλλας πτώσεις, οιον· βίων παραλλήλων, η ἐν τοῖς παραλλήλοις βίοις. ετι δ' ηττον ἑνικῶς λεκτέον, παράλ