323
"Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ." Θεὸν Ἰα κὼβ οὐχ ἁπλῶς ὠνόμασεν, ἀλλ' ἀναμιμνήσκων ἡμᾶς πόσης προμηθείας ἀπήλαυσεν Ἰακὼβ πρὸς τὸν Θεὸν ἐλπίσας, καὶ οἵους καὶ ὅσους ἐδρέψατο τῆς ἐλπίδος καρποὺς, εἰς τὸν τούτου Θεὸν ἐλπίζειν παρεγγυᾷ· καὶ Κύριον αὐτὸν, καὶ Θεὸν ὀνομάζει, καὶ δι' ἀμφο τέρων κηρύττει τὸ δυνατόν. Εἶτα ἐκ τῆς τῶν ποιημά των δημιουργίας διδάσκει αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν δύναμιν. ʹ. "Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς." Συντόμως ἅπα σαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν. Οὐ γὰρ μόνον οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσ σης ἐμνήσθη, ἀλλὰ καὶ πάντων τῶν ἐν αὐτοῖς. Ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ τῶν ἀοράτων ἡ φύσις, καὶ ἥλιος, καὶ σελήνη, καὶ τῶν ἀστέρων τὸ πλῆθος. Ἐν γῇ δὲ καὶ θαλάσσῃ ἄνθρωποι, καὶ τῶν ἀλόγων τὰ γένη. Τοσαύτη, φησὶ, τοῦ Ποιητοῦ τῶν ὅλων ἡ δύνα μις. Βλέπεις τοίνυν πόσον ἐστὶ τὸ διάφορον τῶν φθειρομένων ἀρχόντων, καὶ τοῦ δημιουργοῦ τῶν 80.1977 ἁπάντων. Οὕτω δείξας αὐτὸν τῶν ὅλων δημιουργὸν, δείκνυσιν αὐτὸν καὶ προμηθούμενον ὧν ἐποίησεν. ζʹ. "Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν." Ἀψευδὴς γάρ ἐστιν ὑπισχνούμενος, καὶ φιλαλήθης τὰς ἐπαγγελίας πληροῖ. Ἐπαμύνει δὲ τοῖς ἀδικουμένοις, καὶ κρίνει δικαίως· παρέχει δὲ καὶ πᾶσι τοῖς πεινῶσι τὴν κατάλληλον τροφήν. Ἐντεῦθεν καὶ τὰς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν γεγενημένας εὐεργεσίας προλέγει. ηʹ. "Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους." Ταῦτα καὶ διὰ Ἡσαΐου προφήτου προηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς γὰρ, "∆έδωκά σε εἰς φῶς ἐθνῶν," ἐπήγαγεν, "Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθ ημένους ἐν σκότει." Καὶ ἑτέρωθι ἐκ προσώπου ἔφη τοῦ ∆εσπότου τοῦ Χριστοῦ· "Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνά βλεψιν." Καὶ ἀλλαχοῦ, "Τότε ἀκούσονται κωφοὶ λό γους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμί χλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. "Κύριος ἀγαπᾷ δικαίους. [θʹ] Κύριος φυλάσσει τοὺς προσηλύτους." Ἑκάστῳ τὰ κατάλληλα προσ φέρει τῶν ὅλων ὁ Κύριος. Καὶ τοὺς μὲν ἀγαπῶντας αὐτὸν δικαίους τοῖς ἴσοις ἀμείβεται, καὶ ἀγάπην αὐ τοῖς καὶ φιλοστοργίαν ἀντιδίδωσι πατρικήν· τοὺς δὲ τὴν πατρῴαν φυγόντας ἀσέβειαν, καὶ μετὰ πίστεως αὐτῷ προσιόντας, πάσης ἀξιοῖ φυλακῆς τε καὶ προ μηθείας. Προσηλύτους γὰρ τοὺς ξένους καλεῖ. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος, ὅτι "Ἦμέν ποτε χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες· ἀλλ' οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενή θημεν." -"Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ." Ἀπὸ τῆς καθόλου Προ νοίας ἐπὶ τὰ μερικὰ τὸν λόγον κατήγαγε, καί φησιν ὡς οὐδενὸς ἀμελεῖ τῶν ὅλων ὁ πρύτανις, ἀλλὰ καὶ τοὺς ἐρήμους ἀνθρωπίνης κηδεμονίας πάσης ἀξιοῖ ἐπιμελείας, καὶ τὰς κατὰ τούτων ἐπιβουλὰς δια λύει. ιʹ. "Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιὼν εἰς γενεὰν καὶ γενεάν." Αἰώνιον γὰρ ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀΐδιον ὁ νῦν, ὦ Σιὼν, μόνης σου Θεὸς νομιζόμενος.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Ἐνταῦθα σαφῶς ἐδιδάχθημεν τοῦ ἀλληλούϊα τὴν ἑρμηνείαν.
Τὸ γὰρ Αἰνεῖτε τὸν 80.1980 Κύριον, Ἀλληλούϊα ὁ Ἑβραῖος λέγει· ὁ δὲ Σύμμαχος καὶ ἀνερμήνευτον αὐτὸ εἴασε· λέγει δὲ οὕτως, Ἀλληλούϊα, ὅτι ἀγαθὸς ψαλμός. Ὁ δὲ Θεοδοτίων, Αἰνεῖτε τὸν Ἰά· αἰνεῖν καὶ οὗτος τοίνυν ὁ ψαλμὸς παρακελεύεται· προθεσπίζει δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν μετὰ ταῦτα γενομένην τῆς