323
ἀφαιρήθημεν καὶ τῆσδε τῆς παρακλήσεως, τοῦ ἀγαθοῦ ἔρνους μαχαίρᾳ πολεμικῇ τμηθέντος. ὢ τῆς ἐλεεινῆς τραγῳδίας· ὢ τῆς ἀπαρακλήτου συμπτώσεως· ἀστατεῖ ἄρτι ὁ νοῦς, ἀναθεωρῶν τὸ πάθος ποῦ καὶ πῶς ὑπήρχθη, κατὰ ποῖον μέλος ἡ φονία χεὶρ ἐτάθη, κατὰ τίνα τόπον πεσὼν ἀπέπνει. ἆρα θᾶττον; ἆρα ἐκ μιᾶς πληγῆς; ἆρά τι ἐπειπών; φεῦ τῆς ἱστορίας· ἀβάλε τῆς ὥρας ἐκείνης· ἀπεστείλαμεν μετ' ἐλπίδος χρηστῆς τὸν θησαυρὸν καὶ ἐτρυγήσαμεν ἀπαραμύθητον ὀδυρμόν. καὶ τί ἄν τις εἴποι ἄξιον θρήνους, ἐλεεινολογῶν τὸ πάθος; τάχα σοι καὶ ὁ ἥλιος στυγνὸς καὶ ὁ ἀὴρ κατηφὴς καὶ ἡ θάλασσα οὐχ ἡδεῖα καὶ ἡ γῆ οὐκ ἐφετὴ καὶ ὁ οὐρανὸς ἐπαχθής, οὐκ ἔχων σου τὸν νοητὸν ἀστέρα. Τοσαῦτα καὶ ἔτι πλείω τούτων τὰ κραδαίνοντά σου τὴν ψυχὴν καὶ συνέχοντα τὴν καρδίαν καὶ προχέοντα τὰ θερμὰ δάκρυα καὶ ἀναπέμποντα τὰς οἰμωγὰς καὶ ἐξαποροῦντα καὶ αὐτοῦ τοῦ ζῆν. ἀλλὰ δεῦρο, κυρία, δεῦρο, ἀναψύχησον (καιρὸς γὰρ ἀνακλήσεως), ἄνοιξόν σου τὰ ὦτα, ἐπακροωμένη τῶν θείων φωνῶν. ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον. εἰ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. οὐ τοίνυν λοιπὸν ἀπολώλαμεν τὸν υἱόν, ἀλλὰ μικρὸν ὕστερον, ἡνίκα ἡ ἐσχάτη σάλπιγξ φωνήσει, ἀναστήσεται εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα κἀκεῖ αὐτὸν ὀψόμεθα. ἐπλήγη καιρίαν ἐνταῦθα πληγήν, ἀλλ' ἐκεῖσε ἀνίας αἰωνίου οὐ πειραθήσεται, Χριστὸν ἐνδεδυμένος διὰ τοῦ βαπτίσματος, τήν τε πίστιν ὀρθόδοξον ἐσχηκὼς καὶ οὔπω ἐμπλησθεὶς τῶν τῇδε ἡδέων, ὅσον ἄκρῳ τῷ δακτύλῳ ἀπογεύσασθαι διὰ τὴν νεότητα· οὗ χάριν πιστεύομεν καὶ τῶν ὡς ἀνθρώπῳ αὐτῷ παρεωραμένων καὶ πεπλημμελημένων διὰ τὸν τοιοῦτον ἄωρον καὶ ἄδικον θάνατον συγχώρησιν λήψεσθαι. πόσων γὰρ ἔμελλεν, ὦ κυρία, ἐπιμένων τῇ σαρκί, ἐμφορηθῆναι κακῶν; ἢ οὐ δοκεῖ σοι ὅτι ὁ τῇδε βίος πειρατήριον τῷ ἀνθρώπῳ καθέστηκεν, συζύγου λῆψις, τέκνων κτῆσις, δούλων καὶ ἄλλων τῶν κατὰ τὸν βίον χρησιμευόντων περιουσία, προσθείην δ' ἂν καὶ ἐπιγείου κλέους πρόοδος· ὧν ἁπάντων ἀπαλλαγεὶς πολλὴν ἕξει τῆς ψυχῆς τὴν ἐλευθερίαν, τῷ θεῷ προσοικειούμενος καὶ ὀλίγα ῥαντισθεὶς ἐκ τῆς ἁλμυρᾶς τοῦ βίου τρικυμίας τὴν ψυχήν. Ἐντεῦθεν τοιγαροῦν, ἄνες, ἄφες, δέσποινα, τὸ ἀπαρηγόρητον λυπηρόν, πῆξον ὅρον τῷ πάθει διαρκῆ· θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, ἀνθομολογήσεως, εἰπὲ μετὰ τοῦ μακαρίου Ἰώβ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. φθέγξαι τὰ τοῦ ∆αυίδ· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου· ψυχὴ γάρ σου ἡ τοῦ υἱοῦ ἀποβίωσις. πρὸς δὲ τὴν χηρείαν ἀποβλέπουσα, ἀνάκραξον· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. οὕτω γὰρ διατιθεμένη ἑαυτὴν πρῶτον μὲν θεὸν εὐφρανεῖς ὡς αὐθαιρέτως θυσίαν κατὰ Ἀβραὰμ τὸν υἱὸν προσφέρουσα, εἶτα καὶ αὐτῷ τῷ φιλτάτῳ τέκνῳ χαρίσῃ τὰ κράτιστα, ὁρῶντί σε εὐχαρίστως φέρουσαν, τοῖς τε ἄλλοις ἅπασιν ὑπόδειγμα ὑπομονῆς ἀγαθῆς καταστήσειας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ὃν εὐχόμεθα, ἁψάμενόν σου τῆς καρδίας ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἐμποιῆσαί σοι φῶς εὐπαρηγόρητον διατελέσαι τε τὴν ζωήν σου εἰρηνεύουσαν κἀνταῦθα ἀράμενον θεοτελῆ βίον καταξιῶσαι τῆς τε τοῦ υἱοῦ συνοψίσεως καὶ συναγαλλιάσεως αἰωνίου. 499 {1Νικήτᾳ μονάζοντι}1 Τὸ παρὰ τῆς ὁσιότητος ὑμῶν διὰ τοῦ θεοφιλεστάτου μητροπολίτου ἀποσταλὲν ἡμῖν βιβλίον ἀνέγνωμεν· καὶ οὐκ ἔστιν ὁ τοῦτο συγγραψάμενος ἐπὶ τῷ δόγματι τῶν σεπτῶν εἰκόνων ὀρθοφρονῶν. λέγει γὰρ τάδε· "4τὴν ἄρρητον καὶ ἀπερίληπτον εἰς ἡμᾶς τοῦ θεοῦ φιλανθρωπίαν καὶ τοὺς ἱεροὺς τῶν ἁγίων ἀγῶνας ἐν γράμμασι μὲν ἡμεῖς ἱεροῖς ἀνευφημεῖσθαι διατυποῦμεν, οὐδεμιᾷ πλάσει τὸ ἐφ' ἡμῖν ἢ γραφῇ καθάπαξ ἡδόμενοι· συγχωροῦμεν δὲ τοῖς ἁπλουστέροις, ἀτελεστέροις αὐτοῖς ὑπάρχουσιν, ὑπὸ συμφυοῦς αὐτῶν ἐναγωγῆς καὶ