Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXIII.
To Philagrius Arcenus.
ΦΙΛΑΓΡΙῼ ΑΡΚΗΝῼ
[1] Χάρις τῷ ἁγίῳ Θεῷ: οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις. Ἀλλ' ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. Ὅθεν καὶ ἡμῖν τὴν σκαιότητα τῶν ἀποδράντων σε εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. Καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλ' οὖν φυσικῶς πως κατακηλούμεθα παρ' αὐτοῦ καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. Πολλάς γε οὖν πέμπε τὰς ἐπιστολὰς καὶ μακρὰς ὡς ἔνι μάλιστα: οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον ὅπως διάκειται καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν Ἐκκλησιῶν ἡσυχάζει. Μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. Καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν, ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. Ἐπεστείλαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων, ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων αὐτὰ γνωρίσει τὰ πράγματα.