Θετταλὸν πάλαισμα», ἀντὶ τοῦ «ὦ Θετταλὲ ἐλεγκτικέ», ῥηθὲν πρὸς ὁμοιότητατοῦ Θετταλὸν πήδημα καὶ σόφισμα καὶ τῶν ὁμοίων.] (ῃ. 734-7) Ὅτι Εὐρυ1.518 πύλῳ, υἱῷ Εὐαίμονος, τεσσαράκοντα νῆες ἕποντο καὶ ἄνδρες «οἳ ἔχον Ὀρμένιον,οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ' εἶχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα», ἤγουν τὸ Τίτανον ὄρος. Ἔχει δέ τι ἀστεῖον ἐνταῦθα ἡ ῥηθεῖσα τροπή. τὸ γὰρλευκὰ κάρηνα ὡς ἐπὶ πολιᾶς εἴρηται κεφαλῆς. (ῃ. 734) Ὀρμένιον δὲ πόλις Θετταλικὴ μεταξύ, φασί, Φερῶν καὶ Λαρίσσης, ὅθεν ὁ Φοῖνιξ δοκεῖ τισι φυγεῖνεἰς Φθίαν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὠνομάσθη δὲ ἀπὸ Ὀρμένου, πατρὸςἈμύντορος, οὗ παῖς Φοῖνιξ, ὁ τοῦ Ἀχιλλέως τροφεύς. διὸ καὶ τὸ περὶ αὐτοῦ Ὁμηρικὸν ἔπος, ὥς που εἰρήσεται, οὕτω τινὲς ἔγραφον «οἷον ὅτε πρῶτον λίπονὈρμένιον πολύπυρον». ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ὀρμένιον τὸ νῦν Ὀρμίνιον.ἔστι δὲ κώμη ὑπὸ τῷ Πηλίῳ κατὰ τὸν Παγασιτικὸν κόλπον, μία τῶν συνῳκισμένων πόλεων εἰς τὴν ∆ημητριάδα. καὶ πάλιν ὁ αὐτός, ὅτι τῶν περιοικίδων ∆ημητριάδος ἐστὶ καὶ τὸ Ὀρμένιον, ἀπέχον ∆ημητριάδος πεζῇ σταδίους εἰκοσιεπτά. ἣν ἔκτισε, φησί, ∆ημήτριος ὁ Πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ, ἐπὶθαλάσσης συνοικίσας εἰς αὐτὴν τὰς πλησίον πολίχνας, Παγασάς, Ὀρμένιον, Σηπιάδα, Βοίβην, Ἰωλκὸν καὶ ἑτέρας. Ἰστέον δὲ ὅτι ἐντεῦθεν εἶναι δοκεῖ ὁ Θετταλὸς Ἰάσων. Ὁ γοῦν Γεωγράφος ἱστορῶν τινας τῷ Ἰάσωνι μέχρ Κασπίας συμπλεύσαντάς φησιν, ὅτι ὅδε ἦν ἐξ Ὀρμενίου πόλεως τῶν περὶΒοιβηΐδα λίμνην. Ὑπέρεια δὲ κρήνη ἐν μέσῃ τῇ τῶν Φεραίων πόλει. ὠνόμασται δὲ ἀπὸ Ὑπέρητος, υἱοῦ Λυκάονος. ἔστι δὲ καὶ Σικελικὴ πόλις. ἡ μέντοιὙπερησία πόλις Ἀχαίας. ὁ Γεωγράφος δὲ δύο κρήνας οἶδε, Μεσσηΐδα καὶ Ὑπέρειαν, πλησίον τῆς πόλεως Ἑλλάδος καὶ Φαρσάλων. (ῃ. 735) Ἀστέριονδὲ πόλις καὶ αὕτη Θετταλικὴ ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος ἢ διὰ τὸ λαμπρόν.ἐφ' ὑψηλοῦ γάρ, φασί, κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἡ δέ γεἈστερία οὐχ' Ἑλληνική, ἀλλὰ Συρίας πόλις ἐστίν· ἡ δὲ ἐν Ὀδυσσείᾳ Ἀστερὶνῆσος οὐ μεγάλη «μεσσηγὺς Ἰθάκης Σάμοιό τε». ἔστι δὲ καὶ ἈστερουσίαΚρήτης, φασίν, ὄρος καὶ πόλις δὲ περὶ τὸν Ἰνδικὸν Καύκασον. Τίτανος δὲ ἀπὸ τοῦ συμβεβηκότος κατὰ τὸν Γεωγράφον. λευκόγεων γάρ, φησί, τὸ χωρίον. ἔστιδὲ καὶ ὄρος τὸ Τίτανον ὀνομασθὲν οὕτω καὶ αὐτὸ διὰ τὸ τιτανῶδες χρῶμα τῆς 1.519 γῆς. διὸ καί φησι «Τιτάνου λευκὰ κάρηνα». τίτανον δὲ κυρίως τὴν κονίανφαμέν, τὸ ἰδιωτικῶς λεγόμενον ἄσβεστον, τὸ ἐν λίθοις κεκαυμένοις χνοῶδεςλευκόν. ἐκλήθη δὲ οὕτως ἀπὸ τῶν μυθικῶν Τιτάνων, οὓς ὁ τοῦ μύθου Ζεὺςκεραυνοῖς βάλλων κατέφρυγε· δι' αὐτοὺς γὰρ καὶ τὸ ἐξ ἄγαν πολλῆς καύσεωςκαὶ ὡς οἷον εἰπεῖν τιτανώδους διαθρυφθὲν ἐν λίθοις λεπτὸν τίτανος ὠνομάσθη,οἷα ποινῆς τινος Τιτανικῆς γενομένης καὶ ἐν αὐτῷ. οἱ δὲ παλαιοί φασι· «τίτανος·κόνις, γύψος». Ἔχει δέ τι κάλλος ἀμυδρὸν τὸ «λευκὰ κάρηνα». εἰς ἣν γὰρ λέξινκατέληξε τὸ λευκά, ἐκ τοιαύτης ἄρχεται τὸ κάρηνα. καὶ καλεῖται καὶ τοῦτο τὸσχῆμα ἐπαναστροφή, ὅμοιον ὂν τῷ «ὄλισθε θέων» καὶ τοῖς ὁμοίοις. ἀνωτέρω δὲκαὶ ἄλλο σχῆμα ἦν περικαλλὲς τὸ «οἵ» τρισσάκις [γοργῶς] λεχθέν. ἔφη γάρ· «οἳὈρμένιον εἶχον, οἵ τε Ὑπέρειαν, οἵ τε Ἀστέριον». τοῦτο δὲ ὀνομάζεται τοῖςῥήτορσιν ἐπαναφορά. Τῷ δὲ γράψαντι τὴν τῶν Ἐθνικῶν ἐπιτομὴν δυσχερὲςπροσέχειν, εἰπόντι χωρίον Σικυωνίας τὸ Τίτανον. οὐ γὰρ περὶ Σικυωνίαςἐνταῦθα τῷ ποιητῇ ὁ λόγος, ἀλλὰ περὶ Θετταλίας. εἰ μὴ ἄρα ἐρεῖ τις, ὅτι καὶ ἐν Σικυῶνι χωρίον ἦν ὁμώνυμον τῷ Θετταλικῷ. (ῃ. 738-47) Ὅτι Πολυποίτης, υἱὸς Πειριθόου, ὃν ἔτεκε Ζεὺς ἐξ Ἱπποδαμείας, νῆας μὲν ἦγε τεσσαράκοντα,ἡγεμόνευε δὲ ἀνδρῶν, «οἳ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τε Ὀλοοσσόνα λευκήν», ἤτοι λευκόγειον, ὡς καὶ ἀνωτέρω ἔλεγε «Τιτάνου λευκὰ κάρηνα». εἶτα ὑπερβατῶς σχηματίζων φησίν· «οὐκ οἶος»,ἤγουν οὐ μόνος ὁ Πολυποίτης ἦρχε τῶν ῥηθέντων, «ἅμα τῷ γε Λεοντεύς, ὄζοςἌρηος, υἱὸς