324
λόγοι, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει ἐξ ἀνάγκης καὶ οἱ λόγοι συνεξομοιοῦνται. εἰ γὰρ ἐξῆν, πρὸς ἡδονὴν τῶν λόγων γινομένων, καὶ τὰ πράγματα συμμεταβάλλεσθαι, οὐδὲν ἂν ἦν ἀνοητότερον τοῦ μὴ τοῦτον τὸν τρόπον αἱρουμένου συμβουλεύειν. νυνὶ δὲ, ὡς ὁρῶμεν, οὐ μικρά τις ἡ ζημία ταύτης τῆς ἡδονῆς, ἀλλὰ θάνατος τῶν ἑλομένων. τοῦ πολέμου τοίνυν τοῦ ἐμφυλίου τούτου κεκινημένου, δύναμιν μεγάλην περιβεβλημένος ὁ Καντακουζηνὸς ἐνθάδε ἧκεν εὐθὺς ἐξαρχῆς, πρὸς ἣν οὐδὲ ἀντιβλέπειν σύμπαντες ἠδυνήθημεν ἡμεῖς. ἐν Γυναικοκάστρῳ δὲ τῆς περὶ αὐτὸν συμβάσης ἀποστασίας καὶ τοιαύτης περισχούσης κακοπραγίας, οἵα καὶ τὸν μάλιστα καρτερικώτατον ἐθορύβησεν ἂν δικαίως, ἐκεῖνος οὐκ ἀπεῖπε πρὸς τὴν συμφορὰν οὐδὲ ἐνέδωκεν, ἀλλ' ἅμα τοῖς περιλειφθεῖσιν ἀπεχώρει πρὸς Τριβαλοὺς συντεταγμένος, ὥσπερ μηδενὸς καινοῦ γεγενημένου, ἡμῶν μάλιστα ἐπικειμένων καὶ θορυβούντων μετὰ τὴν τοσαύτην ταραχὴν καὶ τοῦ περὶ αὐτὸν στρατοπέ 2.370 δου τὴν διχοστασίαν. ἐπεὶ δὲ ἐγένετο ἐν Τριβαλοῖς, οὕτω πάντας ἐξήρτησεν ἑαυτοῦ καὶ τοσαύτην ἐπεδείξαντο τὴν εὔνοιαν οἱ δυνατοὶ τῶν Τριβαλῶν, ὡς δοκεῖν οὐκ ἔπηλυν εἶναι καὶ συμφοραῖς χρησάμενον πρὸς αὐτοὺς καταφυγεῖν, ἀλλ' ἐκ πατρῴου κλήρου τὴν ἀρχὴν αὐτῷ προσήκειν ἐκείνων, καὶ πάντες ὡς δεσπότῃ προσεῖχον καὶ πάντα ἔπραττον ὑπὲρ αὐτοῦ. δῆλον δέ· καὶ γὰρ ἡμῶν πρεσβείαν καὶ ἅπαξ καὶ δὶς πρὸς αὐτοὺς πεποιημένων καὶ πολλῶν παραχωρούντων πόλεων ὑπὲρ τοῦ τοῦτον διαφθείρειν, οὐκ ἐδέξαντο, ἀλλ' ὥσπερ ἐκ συνθήματος κοινοῦ τὴν ἐκείνου σωτηρίαν τοῦ τὴν σφετέραν αὔξειν ἀρχὴν προείλοντο. νυνί τε ὀλίγῳ πρότερον, ἐπεὶ Βεῤῥοιῶται εἰσεδέξαντο, οὕτως ἠύξητο ἐν χρόνῳ βραχεῖ, ὥστ' εἰ μὴ σὺ ἐπικαιρότατα ἐγένου πρὸς ἡμᾶς καὶ τὴν φορὰν ἀνέστειλας τῆς εὐτυχίας, πολλῶν ἂν ἦν κύριος πόλεων ἄχρι νῦν. αἱ γὰρ κατὰ τὴν ἑσπέραν πᾶσαι μάλιστα αὐτῷ προσέχουσι, καὶ νῦν μὲν Θετταλία τέ ἐστιν αὐτῷ ὑπήκοος καὶ αἱ περὶ Βέῤῥοιαν πολίχναι καὶ τὰ φρούρια. ἂν δ' αὐτὸς ὑπ' ἀνάγκης ἀναχωρήσῃς, μένειν γὰρ ἡ δαπάνη οὐκ ἐάσει ἐπιπλεῖστον, Ἀκαρνανία ῥᾷστα προσχωρήσει καὶ ἡ ἄλλη ἤπειρος. πάλαι γὰρ προσδέχονται αὐτοῦ τὴν ἄφιξιν, καὶ πολλὴν αἱ περὶ αὐτὸν ἐνδείκνυνται τὴν εὔνοιαν, ὥσπερ οἶδα σαφῶς αὐτὸς πολὺν παρ' ἐκείνοις διατρίψας χρόνον. εἴτε μὲν οὖν ἐκείνῳ προσχωρήσαιεν καὶ μὴ Τριβαλοῖς, δυοῖν γὰρ θάτερον ἀνάγκη, καὶ ὑπ' ἐκείνῳ μὲν γεγενημέναι ὑπὸ τὴν 2.371 Ῥωμαίων αὖθις τελέσουσιν ἡγεμονίαν· ἂν δὲ Κράλης αὐτὰς ὑποποιήσηται, τῷ μεγίστῳ μέρει ἡ Ῥωμαίων ἀρχὴ ἐλάττων ἔσται ἑαυτῆς. ὅμως εἰ καὶ τοῦτο γένοιτο, τὸ βέλτιστον δοκοῦν, ἀλυσιτελέστατον ἡμῖν φανεῖται. μέγας γὰρ ἤδη γεγενημένος καὶ πολλὴν ἐκεῖθεν ἄγων δύναμιν, οὐ μόνον Μακεδονίας ἔσται ἄρχων ἐν ὀλίγῳ, ἀλλὰ δέδοικα, μὴ καὶ ἡμῖν ἐπέλθῃ φοβερός. πολλοὶ γὰρ τῶν δοκούντων εὔνων εἶναι βασιλίδι νῦν, ἐκείνῳ προσχωρήσουσι. στρατιᾶς τε γὰρ τὸ πλεῖστον καὶ οἱ ἄλλοι τῶν Ῥωμαίων ἄριστοι ἐκείνῳ μάλιστα προσέχουσιν, ὥσπερ ἀγνοοῦμεν οὐδ' αὐτοί. ἃ προσήκειν οἴομαι σκοπεῖν καὶ μὴ περιμένειν τὴν ἀνάγκην, ἀλλὰ διαλέγεσθαι αὐτῷ περὶ εἰρήνης καὶ τὸν πόλεμον καταλύειν. νῦν μὲν γὰρ ἔτι τῶν πραγμάτων ἐπαμφοτεριζόντων καὶ ἀδήλου τοῦ μέλλοντος ὄντος ἑκατέροις, πεισθήσεται ῥᾳδίως, καίτοι καὶ πρότερον, ὡς ἀκούω, πρὸς τοῦτο καὶ οἴκοθεν κεκινημένος. ἂν δὲ δύναμίν τινα προσλάβηται καὶ ἐν ἐλπίσι γένηται τοῦ πάντως περιέσεσθαι ἐν τῷ πολέμῳ, δέδοικα, μὴ ξητοῦντες τότε τὴν εἰρήνην, ἀνήνυτα πονῶμεν καὶ σφίσι τε αὐτοῖς μεγάλων αἴτιοι κινδύνων καὶ τοῖς ἄλλοις φαινώμεθα Ῥωμαίοις. ἄν τε γὰρ ἡμῶν περιγένηται πάντων αὐτῷ προσχωρησάντων, πρὸς τῷ αἰσχρῷ καὶ κίνδυνον οὐ τὸν τυχόντα ἔχει· ἄν τε πρὸς τὸν πόλεμον ἀντίσχωμεν, μεγάλας ὑποστήσονται συμφορὰς αἱ πόλεις ὑφ' ἑκατέρων πολιορκούμεναι καὶ ἐξαν 2.372 δραποδιζόμεναι καὶ τὰ ἔσχατα ὑπομένουσαι, καὶ ἡ Ῥωμαίων ἀρχὴ αὐτὴ ἑαυτῇ περιπεσεῖται καὶ διαφθαρήσεται ὑπ' ἀνονήτου φιλονεικίας. εἰ μὲν οὖν παρὰ βασιλίδος καὶ πατριάρχου καὶ τῶν ἄλλων, ὅσοι τῶν πραγμάτων ἄρχουσιν,