324
παραλαβὼν πρὸς τὸν υπατον ηγαγεν. ̓Αρχομένου δὲ τοῦ εαρος ἐπὶ τοὺς τῶν Καρχηδονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς 2.329 τὰ τῶν Καρχηδονίων πρὸς τοὺς ̔Ρωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῷ Σκιπίωνι ηλθε, τότε καὶ ἐπὶ τὸν ̓Ασδρούβαν απαντες ωρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ετι ὡς πολεμήσων καὶ ἐν τῷ εργῳ μεθ' ἱππέων τινῶν ηὐτομόλησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν ̔Ρώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φαμέας τετίμητο ωστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκαθῆσθαι τῇ γερουσίᾳ. Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ος γέρων ων καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν επεμψεν εἰς τὴν ̔Ρώμην αὐτὸν κἀκεῖ διάγειν ἐκέλευσεν. ὡς δὲ κἀν τῇ ̔Ρώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ εσπευδε κτεῖναι αὐτόν, Βιθυνοί τινες εἰς ̔Ρώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη, καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες, τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ' ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς ̔Ρωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε. Τὴν δὲ Μακεδονίαν ̓Ανδρίσκος τις ἐξ ̓Ατραμυτίου φύς, τῷ Περσεῖ δ' ἐμφερὴς τὸ ειδος γενόμενος καὶ παῖς ειναι ἐκείνου πλαττόμενος καὶ Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς 2.330 τὸν ∆ημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκείνου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ' ἐκείνου καὶ εἰς τὴν ̔Ρώμην πεμφθείς, οτι τε μὴ ων τοῦ Περσέως υἱὸς ἠλέγχθη καὶ οτι οὐδέ τι ετερον ειχεν αξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς δὲ καὶ τῶν δυναστῶν τοῖς ̔Ρωμαίοις ἀχθομένους παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν κατέσχε, καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσεποιήσατο. Οἱ δὲ ̔Ρωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ ̓Ανδρίσκου, ειτα τὸν Σκιπίωνα τὸν Νασικᾶν επεμψαν εἰρηνικῶς πως τὰ ἐκεῖ διοικήσοντα. ος εἰς τὴν ̔Ελλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν ̔Ρωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας εργου ειχετο, καὶ προῆλθε μέχρι Μακεδονίας. οἱ δ' ἐν τῇ ̔Ρώμῃ γνόντες τὰ κατὰ τὸν ̓Ανδρίσκον, στράτευμα επεμψαν καὶ στρατηγὸν Πούπλιον ̓Ιουβέντιον. ῳ περὶ Μακεδονίαν γενομένῳ συμβαλὼν ὁ ̓Ανδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς αλλους πάντας αν κατειργάσατο, εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσαλίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκάκωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν ουν διὰ ταῦτα οἱ ἐν τῇ ̔Ρώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ εστειλαν. καὶ ος εἰς τὴν Μακεδονίαν ηλθε, καί οἱ ὁ Ατταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ ̓Ανδρίσκος περὶ τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελ2.331 θεῖν· ὀλίγον δὲ τῆς Πύδνης εξω προχωρήσας ἱππομαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζὸν ἀνέστρεψε. καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε, τοὺς δὲ πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. καταφρονήσας ουν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ ̓Ανδρίσκος εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συνέβαλε τῷ Μετέλλῳ προϊόντι ου προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου προδοθεὶς ἐδικαιώθη. Καὶ ̓Αλέξανδρος δέ τις