324
ληλον βίον· οὐδὲν γάρ ἐστιν αλληλον. μᾶλλον ουν λεκτέον, ἐν τοῖς βίοις τοῖς παρ' ἀλλήλους θεωρημένοις, καὶ, τῶν ἀνδρῶν τῶν παρ' ἀλλήλους ἐξητασμένων. καὶ ̔Ελλάνικος τοῦτο ἱστορεῖ, ἐν τοῖς κατάλληλα, οὐκ ἐν τοῖς καταλλήλοις. ἐν μέντοι γεωμετρίαις συνήθως ηδη λέγεται παράλληλος εὐθεῖα, καὶ κύκλοις παραλλήλοις. ἐπισκέψασθαι δὲ χρὴ, εἰ τὸ ἐκ παραλλήλου ειρηται ὑπό τινος τῶν δοκίμων. ἐγὼ μὲν οὐκ οιμαι. Παράδεισοσ. ἐπειδὴ εμελλεν ὁ θεὸς ἐξ ὁρατῆς καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ανθρωπον κατ' οἰκείαν εἰκόνα τὲ καὶ καθ' ὁμοίωσιν, ωσπέρ τινα βασιλέα καὶ αρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐτῷ οιον τι βασιλεῖον, ἐν ῳ διαιτώμενος μακαρίαν καὶ πανολβίαν εζη ζωήν. καὶ ουτος ἐστὶν ὁ θεῖος παράδεισος, θεοῦ χερσὶν ἐν ἐδὲμ πεφυτευμένος· ἐδὲμ δὲ τρυφὴ ἑρμηνεύεται· ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐκραὴς δὲ καὶ ἀέρι λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐωδίας πλήρης, φωτὸς εμπλεως, ωρας πάσης αἰσθητῆς καὶ κάλλους ὑπερβαίνων εννοιαν. τινὲς μὲν ουν τὸν παράδεισον αἰσθητὸν ἐφαντάσθησαν, ετεροι δὲ νοητόν· πλὴν ἐμοίγε δοκεῖ, ωσpi.1502 περ ὁ ανθρωπος αἰσθητὸς καὶ νοητὸς αμα δεδημιούργητο, ουτω καὶ τὸ τούτου ἱερώτατον τέμενος αἰσθητὸν αμα καὶ νοητὸν καὶ διπλῆν εχον τὴν εμφασιν. τῷ μὲν σώματι ἐν τῷ θειοτάτῳ χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς ειρηται, αὐλιζόμενος· τῇ δὲ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγκρίτῳ καὶ περικαλλεστέρῳ τρόπῳ διατρίβων, θεὸν εχων οικον τὸν ενοικον, καὶ αὐτὸν εχων εὐκλεὲς περιβόλαιον, καὶ τὴν αὐτοῦ περιβεβλημένος χάριν, καὶ τοῦ μόνου γλυκυτάτου καρποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν, οιά τις αγγελος αλλος ταύτῃ τρεφόμενος· οπερ δὴ καὶ ξύλον ὠνόμασται ζωῆς. ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως τοῖς μεταλαμβάνουσι μεταδίδωσιν, ο δὴ πᾶν ξύλον ὁ θεὸς ἐκάλεσεν, ἀπὸ παντὸς ξύλου, φήσας, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγεσθαι. αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ῳ καὶ δι' ου τὸ πᾶν συνέστηκε. τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. αυτη δέ ἐστιν ἡ τῆς οἰκείας φύσεως ἐπιδιάγνωσις, ητις καλὴ μὲν ἐν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν ἐξ αὐτῆς τὴν τοῦ δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσαν τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρόνου εἰς εξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεωρίας· οὐ καλὴ δὲ τοῖς νέοις ετι καὶ τὴν εφεσιν λιχνοτέροις, ους διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ τῷ μήπω παγίως ἐνεδρασθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρίᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλκειν καὶ περισπᾷν πέφυκεν. ουτω διπλοῦν οιμαι τὴν παράδεισον. καὶ ἀληθῶς οἱ θεῖοι πατέρες παρέδωκαν, ειτε ουτως ειτε ουτως διδάξαντες. pi.1503 παράδεισος δὲ ειρηται παρὰ τὸ δεύσω, τὸ βρέχω, ῥῆμα ονομα δεῦσος, καὶ παράδεισος τροπῇ τοῦ υ εἰς ι. οἱ δέ φασιν παρὰ τὸ δεῖσαν ποιεῖσθαι, ο ἐστι τῶν βοτανῶν συλλογήν. Παρήοροσ. παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. λέγεται δὲ καὶ ὁ εἰς μῆκος ἐκτεταμένος. ἀμφότερα ἀπὸ τοῦ ἀείρω, κατὰ ἀποβολὴν τοῦ ˉι αορος, καὶ ἐκτάσει τοῦ ˉα εἰς ˉη ηορος καὶ παρήορος. Παρθένιοσ. ὁ διδάσκων καὶ ἀποδεχόμενος τὴν παρθενίαν ὑπὲρ τὸν γάμον. Παρθενοπίπησ. ὁ περιβλεπόμενος τὰς γυναῖκας. παρὰ τὸ οπτω, ὀπτεύω, γίνεται ὀπίπης pi.1504 καὶ ἐν συνθέσει παρθενοπίπης. τὰ δὲ διὰ τοῦ ὀπιπεύω διὰ τοῦ ˉι γράφεται, οιον παιδοπίπης, γυναικοπίπης. Παρθενῶνεσ. τὰ μοναστήρια, τὰ ἀσκητήρια. Παρείασ. οφις ουτω καλούμενος. παρίας δὲ λίθος, ˉι. Πάρνοπασ. ἀγρίας μελίσσας. Πάροινοσ. ὑβριστὴς, πλήκτης, μέθυσος· εκλυτος. Πάροικοσ. ὁ παρεπίδημος. Παρεπίδημοσ. διαβάτης· παροδίτης. Πάρεδροσ. παρακαθήμενος. Παρεισάκτουσ. ἀλλοτρίους. pi.1505 Παστόσ. παρὰ τὸ πάσσειν, τὸ ποικίλλειν. η διὰ τὸ ἐν αὐτῷ ἡμᾶς σιτεῖσθαι. παρὰ τὸ πάσασθαι, ο ἐστι φαγεῖν η γεύσασθαι. Πάσσων. ονομα συγκριτικόν. ὡς παρὰ τὸ βραδὺς γίνεται βράων, ουτω καὶ παρὰ τὸ παχὺς πάσσων. Πάπποσ. ἀπὸ τῆς μικρῶν παίδων προσφωνήσεως.