324
Ἱερουσαλὴμ οἰκοδομίαν. Οὐ γὰρ, ὡς Ἰουδαῖοι προσδοκῶσιν, αὖθις Ἱερουσαλὴμ οἰκοδομηθήσεται, ἀλλὰ τὴν ἤδη γεγενημένην ὑπὸ Ζοροβάβελ οἰκοδο μίαν, ὁ προφητικὸς προθεσπίζει λόγος. "Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις." Ὀνήσιμος, φησὶν, ἡ ὑμνῳδία, καὶ πρόξε νος ἀγαθῶν· θυμήρης δὲ τῷ Θεῷ οὐχ ὁ ὕμνος, ἀλλὰ τῶν ὑμνούντων ὁ σκοπός· αὐτὸς δὲ ἀνενδεὴς χαίρει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων. βʹ. "Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει." Καὶ διὰ τοῦτο, φησὶν, αὐτὸν ὑμνεῖσθαι προσήκει, ὅτι καὶ τὴν κατα λυθεῖσαν Ἱερουσαλὴμ οἰκοδομήσει, καὶ τοὺς δο ρυαλώτους γεγενημένους ἀξιώσει τῆς ἐπανόδου. Εἰ δὲ μὴ πάντες ἐπανῆλθον, οὐχ ὁ θεῖος διεψεύσατο λό γος, ἀλλ' ἡ ἐκείνων ἠλέγχθη πονηρία. Αὐτὸς μὲν γὰρ διὰ τοῦ Κύρου πᾶσιν ἐπανελθεῖν παρεγγύησεν, οἱ δὲ ἀντίτυπον ἐσχηκότες γνώμην, τὴν ἀλλοτρίαν ἀντὶ τῆς πατρίδος προείλοντο. γʹ. "Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν." Συνῆψε τοῖς σωματικοῖς τὰ πνευματικὰ, καὶ ἔδειξεν αὐτὸν οὐ μό νον τοῖς αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον, ἀλλὰ καὶ τοῖς τὰ τῆς ἁμαρτίας τραύματα δεξαμένοις τὴν ἴασιν χαριζόμενον. δʹ. "Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν." ∆ιὰ πάντων τοῦ Θεοῦ τὴν δύναμιν κηρύττει. Ὁ ἀριθμῶν δὲ ἐνταῦθα τὴν γνῶσιν ἐκάλεσε, καὶ ἄστρων δὲ ὀνόματα τὰς τῶν ἀστέρων διαφορὰς, καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν. Οὐ γὰρ ὀνόμασι κεχρη μένος ὁ τῶν ὅλων Θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα, καὶ λόγου ἐστερημένα. Ἄνθρωποι δὲ, ἀσεβεῖ γνώμῃ χρησάμενοι, ἀπὸ μύθων ὑπ' αὐτῶν πεπλασμένων ἔθεσαν τοῖς ἄστροις ὀνόματα. εʹ. "Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός." Ἀμέτρητα πάντα, καὶ τὸ μέγεθος, καὶ ἡ ἰσχὺς, καὶ ἡ αἴνεσις. Ὡς χωροῦμεν δὲ ὅμως ὑμνοῦμεν. ʹ. "Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς." Ὁ Σύμμαχος ἀνακτώμε νος εἴρηκεν. Καὶ τοῦτο δὲ τῆς θείας ἴδιον προμηθείας· τοὺς μὲν γὰρ δι' ἐπιείκειαν ὑπό τινων ἐπιβουλευομέ νους κηδεμονίας ἀξιοῖ· τοὺς δὲ ἀδίκως αὐτοῖς ἐπιόν τας παραπέμπει θανάτῳ. Καὶ τοὺς μὲν περιβλέπτους ποιεῖ καὶ περιφανεῖς· τῶν δὲ τὴν μνήμην παραδίδωσι λήθῃ. Οὕτω τῶν ἁγίων ἀποστόλων ἀοίδιμος ὁ χορός· οὕτω πολυθρύλλητοι τῶν μαρτύρων οἱ δῆμοι. Τῶν δὲ τούτοις πεπολεμηκότων ἡ μνήμη παραδέδοται λήθῃ. 80.1981 ζʹ. "Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ." Ταύτην τοίνυν εἰδότες τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ σοφίαν, καὶ δύναμιν, ἄρχεσθε τῆς ὑμνῳδίας ὀργάνοις τοῖς συν ήθεσι χρώμενοι. ηʹ. "Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν." Ἀμφότερα καὶ τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος δείγματα. Ὡς ἀγα θὸς μὲν γὰρ, καὶ φιλάνθρωπος, προμηθεῖται τῶν ἐπὶ γῆς· ὡς παντοδύναμος δὲ, μετέωρον φέρει τῶν ὑδάτων τὴν φύσιν, καὶ τοῦ οὐρανοῦ συγκαλύπτει τὴν θέαν, ὄροφόν τινα μέσον οὐρανοῦ καὶ γῆς διὰ τῶν νεφῶν τεκταινόμενος, καὶ ταῖς ὠδῖσι τούτων ἄρδων τὴν γῆν. Εἶτα τὴν ἐντεῦθεν φυομένην δείκνυσι χρείαν. "Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων." Οὐ γὰρ μόνον τὴν ὑπ' ἀνθρώπων γεωργουμένην ἄρδει γῆν, ἀλλὰ καὶ τὰ ὄρη, καὶ τοὺς ἐρήμους χώρους, τὸν ἐκ τούτων φυόμενον χιλὸν προσφέρων τοῖς κτήνεσι. Καὶ τοῦτο μὲν διὰ τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ποιεῖ· τοῖς ἀνθρώποις γὰρ ὑπουργεῖν τὰ κτήνη προσέταξεν. θʹ. Καὶ διδόντι κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν." Οὐ λογικὴ τῶν κοράκων ἡ φύσις, οὐδ' ὅτι λογικῶς ἐπικαλεῖται τὸν ποιητήν· ἀλλ' ἡ διὰ τὴν χρείαν κραυγὴ μιμεῖται τὴν αἴτησιν. Ἐντεῦθεν ἡγοῦμαι καὶ τὸν ∆εσπότην Χριστὸν, τῶν ἄλλων πτη νῶν καταλιπόντα τὴν μνήμην, τῶν κοράκων μνη σθῆναι, καὶ τοῖς μαθηταῖς εἰπεῖν, "Ἀποβλέψατε εἰς τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτούς." ιʹ, ιαʹ. "Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ