324
ὄψει τῇ αὐτοῖς συμμέτρῳ τὰ τοιαῦτα ἐν εἰσαγωγῆς τρόπῳ μανθάνειν"5. Τί οὖν ἔστιν ἐν τούτοις εἰπεῖν; πρῶτον μὲν ὅτι διαίρεσιν τῆς μιᾶς καὶ ἐντελοῦς καὶ μηδ' ὁτιοῦν πρόσθεσιν ἢ ὑφαίρεσιν προσιεμένης πίστεως ἡμῶν ἀπεργάζεται, ἑαυτῷ μὲν τὴν διὰ τῶν ἱερῶν γραμμάτων ἀπονέμων διατύπωσιν, τοῖς ἁπλουστέροις δὲ δῆθεν καὶ ἀτελεστέροις ὑπάρχουσι τὴν ἐν πλάσει καὶ γραφῇ ἱστορίαν ἀποίσας· ἔπειτα ἑαυτῷ μὲν ἀνάπτοι τὸ τέλειον τῆς χάριτος, τοῖς δὲ τὴν Ἰουδαϊκὴν ἀπορρίπτοι νηπιότητα, δεομένοις συμφυοῦς ἀναγωγῆς. οὐκοῦν κατ' αὐτὸν διαψεύδεται ὁ ἱερὸς ἀπόστολος, φάσκων· οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ἀληθεύει, ὥσπερ οὖν ἠλήθευται, καὶ εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, τίς ἡ καινὴ αὕτη διαίρεσις εἰς δύο τμήματα ἄνισα; τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα ἀποκρίνεσθαι, καὶ τὸ μὲν εἶναι τῆς ἐντελεστέρας μοίρας, τὸ δὲ τῆς ὑφειμενεστέρας. ἔπειτα, ὅτι ἐπειδὴ πᾶς τις εὖ φρονῶν ἐφίεται τελειότητος, νεμεσητὸν ἡγήσεται τὸ ἀτελὲς κἀντεῦθεν ἐξ ἀναγκαίου παρέλκον ἐστὶ τὸ τῆς ἱστορίας δόγμα. ἐναντιοῦται δὲ ὅτι μάλιστα καὶ τῷ Μεγάλῳ Βασιλείῳ, μὴ ταὐτίζων τὰ ὑπ' ἐκείνου ἐπ' ἴσης δογματιζόμενα· ἃ γὰρ ὁ λόγος, φησί, τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Ἀντανίσταται ἄρα ὁ γεννάδας τοῖς ἱεροῖς λογίοις ὥσπερ καὶ τῷ κορυφαίῳ πατρὶ καί, οἰόμενος ἄλλον ἐπ' αὐτῷ δὴ τούτῳ τῷ δόγματι διορθοῦσθαι, αὐτὸς πεφώραται ὀφλισκάνων μάταια. καὶ διὰ τοῦτο ἡμεῖς μὲν πάντῃ διαγράφομεν τὰ τοιαῦτα βατταρίσματα, ὑπομιμνήσκομεν δὲ καὶ τὴν ὑμετέραν ἐμμέλειαν τῷ αὐτῷ στοιχεῖν κανόνι τῆς ὀρθοδοξίας, εἰδυῖαν ὅτι, ὡς δεῖται πᾶς τέλειος, κἂν ἐν ἀποστολικῷ ἀξιώματι κατείλεκται, τῆς εὐαγγελικῆς δέλτου, οὕτω καὶ τῆς κατ' αὐτὴν γραφικῆς ἱστορίας, ὅτι καὶ τῆς ἴσης τιμῆς τε καὶ προσκυνήσεως ἀμφότερα. 500 {1Ἡσυχίῳ πρωτονοταρίῳ}1 Καλὴ μὲν ἡ ἐπιστολὴ τῆς παγκάλου σου τιμιότητος καὶ ὡς ἀπ' ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐξηγορευθεῖσα καὶ ὡς τῷ κάλλει τῆς ἀγάπης ἐναγλαϊσθεῖσα, οὐ μὴν ὡς ἀπεσέμνυνεν ἡμᾶς τοὺς ἀμούσους λόγοις ἐγκωμίοις ἔχει. πότε γὰρ ἐγενόμην, ὡς φῆ, λύχνος καιόμενος καὶ φαίνων, ἐν ᾧ ὁ δεσπότης μου ἠγαλλιάσω φωτιζόμενος, ἢ πηγὴ νάουσα διειδέστατα, ἀφ' ἧς ἠρύσατο ἡ φιλότης σου λόγον σωτήριον, καὶ οὐχὶ τοὐναντίον μᾶλλον ἐσκότασεν ὑπὲρ ἀσβόλην, προφητικῶς εἰπεῖν, τὸ εἶδος ἡμῶν τῇ τοῦ βίου ἀχρηστότητι καὶ ὁ λόγος ἠσθένησεν, οὐκ ἔχων τὴν ἐξ ἔργου δύναμιν εἰς ἐνίδρυσιν τοῦ ἀκούοντος; καὶ ταῦτα λέγω οὐ τὴν ἐν τῇ Σμύρνῃ φυλακὴν κακίζων (μή τι γένοιτο· ἡ μὲν γὰρ σεβαστή, σεβαστῆς ὁμολογίας μοι φρουρός), ἐμαυτὸν δὲ αἰτιώμενος ὡς οὐκ ἀξίως ἐν αὐτῇ πολιτευσάμενος. Ἀλλ' ἀφεὶς ταῦτα, ὡς τῆς ἀγάπης ὄντα συμβόλαια, ἐπὶ τὸ κατεπεῖγον τὸν λόγον μεθαρμόσομαι. ἐσήμανεν ἡμῖν ἡ χρηστότης σου ὡς δύο ἔχειν, συντόμως εἰπεῖν, θεοδωρήτους θυγατέρας, καὶ τὴν μὲν πρώτην πρὸ γεννήσεως καθυποσχέσθαι δι' ἀφιερώσεως τοῦ μοναδικοῦ βίου θεῷ, τὴν δὲ δευτέραν ἐν μεταιχμίῳ φέρεσθαι· νῦν δὲ μεταβεβουλεῦσθαι ἐναλλὰξ ποιήσασθαι κατά τινα ἀναγκαίαν περιπέτειαν, ὥστε τὴν ὑποσχεθεῖσαν ἀπονεῖμαι τῷ κόσμῳ, ἤγουν ἀποδόσθαι ἀνδρὶ καλῷ τε τὰ πάντα καὶ τῇ παιδὶ συνηλικιώτῃ, τὴν δὲ ἐν μεταιχμίῳ, κομιδῇ νέαν οὖσαν καὶ οὐ συντρέχουσαν τῇ ἡλικίᾳ, ἀναθεῖναι θεῷ, κἀν τούτῳ σκάζειν καὶ δυσχεραίνειν μήπως ἐναντιοθελὲς εἴη τῷ θεῷ. ἔδει μὲν οὖν, ὦ δέσποτα τιμιώτατε, ἄλλοις πυνθάνεσθαι περὶ τοῦδε τοῦ δράματος καὶ παρ' αὐτῶν ὡς προφερεστέρων κατὰ γνῶσιν τῆς ἡμῶν οὐθενότητος λαμβάνειν τὴν λύσιν καὶ μὴ τοσούτῳ μήκει διῳκισμένους ἡμᾶς τῇ θέσει τοῦ τόπου ἐπαναλαμβάνειν εἰς ἀπόκρισιν· ὅμως, ἐπειδὴ κέκρικας οἷς πεπίστευκας τρόποις, τοῦτο δὴ μετὰ τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου καὶ ἀδελφοῦ ἡμῶν συνέσκεπται ὡς παρὰ τὸ δέον τὸ πρᾶγμα καὶ παρὰ τὴν ὀρθὴν κρίσιν καὶ παρὰ τὰ ἐξ αἰῶνος παραδείγματα. πάλαι