Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CCCXXIV.
To Pasinicus, the Physician.
ΠΑΣΙΝΙΚῼ ΙΑΤΡῼ
[1] Δεῖγμα τοῦ μὴ παρέργως ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπ' αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. Ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς: ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι ὅτι ὁ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει τὰ φάρμακα ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πείσῃ ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. Οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. Πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο: μέχρι φωνῆς εἶναι χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ καθ' ἑαυτούς, ἐπειδὰν δὲ ἐπ' αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵν' αὐτός τε εἰδῇς καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.