325
ἀνυπεύθυνον ἔχεις τὴν ἀρχὴν καὶ πρὸς τὰ φαινόμενα λυσιτελεῖν ἔξεστι βουλεύεσθαι, πρεσβείαν ἤδη πρὸς ἐκεῖνον ποιοῦ περὶ εἰρήνης καὶ μηδέν σε θορυβείτω. βέλτιστά τε γὰρ ὁμοῦ καὶ λυσιτελέστατα καὶ βασιλίδι καὶ πᾶσι τοῖς ἄλλοις κοινῇ βουλεύσῃ. εἰ δὲ προσκρούειν ἐκείνοις οὐκ ἐθέλεις, τὴν περὶ τῆς εἰρήνης ἣν ἔχουσι γνώμην ἀγνοῶν, ἀλλ' ἐμοὶ δέομαι τριήρη μίαν παρασχεῖν, ὡς ἂν γενόμενος ἐν Βυζαντίῳ καὶ συμβουλεύσας, ὅσα μοι δοκῶ βελτίω εἶναι, ὀλίγων εἴσω ἡμερῶν τὴν περὶ τῆς εἰρήνης ἐκείνων ψῆφον φέρων ἐπανήξω.» Μονομάχος μὲν οὖν τοιαῦτα περὶ τῆς εἰρήνης διειλέχθη μετὰ παῤῥησίας· ἦν γὰρ ἐκ τῶν τρόπων πλείστην παρὰ πᾶσι τὴν αἰδῶ καρπούμενος, καὶ οἱ μὲν ἄλλοι οἱ παρόντες εὖ μὲν ἔφασαν ἐκεῖνον βεβουλεῦσθαι, καὶ ἐπείθοντο· τὴν δὲ τοῦ δέχεσθαι ἢ μὴ τὴν εἰρήνην δύναμιν τῷ μεγάλῳ ἀνετίθεσαν δουκί. ἐκεῖνος δὲ ἦθος μόνον τοὺς λόγους ἀποσειομένου δείξας καὶ, ποία τις ἂν εἰρήνη γένοιτο πρὸς Καντακουζηνόν; εἰπὼν, ἄλλο δὲ μηδὲν προσθεὶς, διέλυσε τὸν σύλλογον, μηδὲν πρὸς Μονομάχον μήτε πρὸς ὀργὴν, μήτε πρὸς ὕβριν φάμενος, ὥσπερ εἰώθει πρὸς τοὺς ἄλλους, εἴ τις περὶ τοιούτων ποιοῖτο λόγους πρὸς αὐτόν. ξαʹ. Πρὸς Κράλην δὲ πρεσβείας ποιούμενος συχνὰς, 2.373 ἔπεισε καὶ φανερῶς, χρήματα πολλὰ τὰ μὲν διδοὺς, τὰ δὲ ἐπαγγελλόμενος, πόλεμον ἄρασθαι πρὸς Καντακουζηνὸν τὸν βασιλέα. καὶ πρῶτα μὲν πρέσβεις πέμψας εἰς Βέῤῥοιαν, ὁμήρους ᾔτει τοὺς παῖδας τῶν ἀρίστων, πρόφασιν μὲν, ὡς σπουδάζων ὑπὲρ βασιλέως, μὴ παρ' ἐκείνων ἐπιβουλευθῇ, τῇ δ' ἀληθείᾳ, Βεῤῥοιώτας αὐτῷ ἐκπολεμῶσαι διανοηθεὶς, ὡς κακῶς περὶ αὐτῶν βουλευσαμένῳ καὶ τοὺς παῖδας ἰδίας ἕνεκα ὠφελείας καταπροεμένῳ Τριβαλοῖς. βασιλέως δὲ πρὸς μὲν τοὺς ὁμήρους φανερῶς ἀπαγορεύσαντος, τῆς δὲ περὶ αὐτὸν εὐνοίας καὶ προνοίας ὡμολογηκότος χάριτας πολλὰς, θαῤῥεῖν τε εἰπόντος, ὡς οὐδὲν αὐτῷ ἐκ Βεῤῥοιωτῶν ἀπαντήσει δυσχερὲς, μιᾷ γνώμῃ σπουδαζόντων ὑπὲρ αὐτοῦ καὶ πᾶσαν ἐνδεικνυμένων εὔνοιαν, ἐκεῖνος ἐτρέπετο πρὸς δευτέραν πεῖραν καὶ μετεκαλεῖτο βασιλέα πρὸς αὐτὸν, ὡς περί τινων ἀναγκαίων βουλευσόμενον μάλιστα διατρίβοντα ἐγγύς. ἔφασκε γὰρ ἐκ Παιόνων τῆς ἀρχῆς νεώτερά τινα κεκινῆσθαι, καὶ πολὺν αὐτῷ τὸν θόρυβον παρέχειν. δι' ἃ ᾠήθη ἀναγκαῖον κοινῇ σκεψαμένους, οὐδὲ γὰρ ἑτέρῳ μᾶλλον πεποιθέναι βασιλέως διά τε τὴν προσοῦσαν εὔνοιαν καὶ τὴν περὶ τὰ τοιαῦτα σύνεσιν πολλὴν καὶ ἐμπειρίαν, ἃ δοκεῖ λυσιτελεῖν ἑλέσθαι. βασιλέως δὲ οἱ φίλοι κρύφα τὴν ἐπιβουλὴν ἐμήνυον, ἐβουλεύσατο γὰρ, εἰ δύναιτο συλλαμβάνειν, καὶ παρῄνουν φυλάττεσθαι ὡς δύσνουν. βασιλεὺς δὲ, ἵνα μηδεμίαν πρόφασιν δοκῇ παρέχειν πρὸς τὸν πόλεμον, ἄγνοιαν ἁπάντων ὑπεκρί 2.374 νετο. πέμψας δὲ Μανουὴλ τὸν νεώτερον τῶν υἱῶν καὶ Ἄγγελον τὸν ἀνεψιὸν, ἐδήλου, ὡς αὐτὸς ἀδύνατος εἴη τὴν πόλιν ἄρτι προσχωρήσασαν καὶ οὔπω πρὸς τὴν αὐτοῦ εὔνοιαν βεβαίως ἡδρασμένην καταλείπειν, ἄλλως τε καὶ τῶν πολεμίων ἐπικειμένων καὶ προσδοκίμων ὄντων αὐτοῖς ἐπιστρατεύσειν. τὸν υἱὸν δὲ πέμψειε καὶ τὸν ἀνεψιὸν, ἵνα δι' αὐτῶν πυθόμενος περὶ ὧν αὐτῷ δέοι συμβουλεύειν, γνώμην ἐξενέγκῃ τὴν μάλιστα αὐτῷ συνοίσουσαν. ὁ δ' ἐπεὶ βουλεύεσθαι εἶχε περὶ οὐδενὸς, σκήψεις γὰρ καὶ προφάσεις τὰ τοιαῦτα ἦσαν καὶ τῆς ἐπιβουλῆς περικαλύμματα, περὶ ἄλλων τινῶν αὐτοῖς διαλεχθεὶς ἥκιστα συμβαινόντων οἷς ἠξίου πρότερον, οἴκαδε ἀπέπεμπεν. ὕστερον δὲ ὀλίγῳ, ἐπεὶ ἐπιβουλεύων ἀνύειν ἠδύνατο οὐδὲν, τὸ προσωπεῖον ἀποθέμενος, κατήγγελλε φανερῶς τὸν πόλεμον. πέμψας γὰρ πρεσβείαν πρὸς βασιλέα, τὴν πρὸς αὐτὸν εἰρήνην καὶ τὰς σπονδὰς διέλυε καὶ τοὺς ὅρκους, βασιλίδι φάσκων συμμαχήσειν, εἴ τι δύναιτο· αὐτὸν δὲ περὶ ἑαυτοῦ βουλεύεσθαι ἅττα ἂν λυσιτελεῖν δοκῇ. οἱ μὲν οὖν πολλοὶ πρὸς τὴν ἀγγελίαν τοῦ Τριβαλικοῦ πολέμου ἐθορυβοῦντο οὐ μετρίως· βασιλεὺς δὲ καὶ τῶν περὶ αὐτὸν οἱ ἄριστοι πολλὰς ὡμολόγουν χάριτας θεῷ τῆς προνοίας τῆς περὶ αὐτούς. εἰ μὴ γὰρ αὐτὸς ἄνωθεν διέσωζε χεῖρα ὑπερέχων, τί ἐκώλυε Κράλην, ἡνίκα ἔχων ἐν χερσὶν αὐτοὺς καὶ ῥᾷστα δυνάμενος, διαφθείρειν;