325
Περσέως καὶ αὐτὸς λέγων ειναι υἱὸς καὶ χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μέστον καλούμενον ποταμὸν χώραν· ον ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς ∆αρδανίας. ̓Επὶ δὲ τοὺς Καρχηδονίους οἱ ̔Ρωμαῖοι Πείσωνα τὸν υπατον εστειλαν. ος τῇ μὲν Καρχηδόνι καὶ τῷ ̓Ασδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πόλεις ἐτράπετο· καὶ τῆς μὲν ̓Ασπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἑλὼν κατέσκαψεν· ἐπὶ δὲ ̔Ιππῶνα πόλιν ὁρμήσας κατέτριψε τὸν καιρὸν μηδὲν περάνας. οἱ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ οτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες ουν ταῦτα οἱ ̔Ρωμαῖοι οι τε ἐν τῷ στρατοπέδῳ καὶ οἱ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ωρμησαν καὶ υπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι2.332 κίας μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν· ἀλλὰ τά τε εργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάππου ̓Αφρικανοῦ ἐλπίδα παρεῖχον απασι βεβαίαν καὶ τῶν πολεμίων δι' αὐτοῦ κρατήσειν καὶ τὴν Καρχηδόνα παντελῶς ἐξαιρήσειν. ̓Εν ῳ δ' ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ον Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ τε τῆς αλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς εχον ὡς τῇ φύσει ον ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπανέβη. ηδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρχηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυνήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ' ων ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ' αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. ειλον γὰρ αν τὸν Μαγκῖνον οἱ Καρχηδόνιοι η καὶ διέφθειραν, εἰ μὴ παραπλεούσας ειδον τὰς ναῦς τοῦ Σκιπίωνος. τότε δ' ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους ουν τινας επεμψεν ὁ Σκιπίων ἐροῦντας οτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ετι, ἀλλ' ἀνεχώρησαν καὶ τὸν ̓Ασδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, ὡς αν μετ' αὐτῶν εργου εχηται. καὶ ἐπανῆλθε ταχέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε τὸν ̓Ασδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ 2.333 δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ελυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος ηδη, ἐκεῖνον μὲν εξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρατιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ' ἑαυτῶν ἀπέχουσαν περιέπεμψε, παραγγείλας αὐτοῖς αττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ενδον τοῦ περιβόλου ἐγένετο, αὐτομόλοις χρησάμενος αγουσι, καὶ ὑπὸ τὴν πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε εξωθεν ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας εφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ' ας ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ' ἑκάστους οντας τρέπων, ωστε τὸν ̓Ασδρούβαν αμα τε πυνθάνεσθαι τὰ γενόμενα καὶ ὁρᾶν τὴν τῶν ̔Ρωμαίων δύναμιν μικροῦ πᾶσαν ουσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, επειτα τὴν μὲν αλλην πόλιν ἐξέλιπον, εἰς δὲ τὸν Κώθωνα τήν τε Βύρσαν κατέφυγον. ειτα ὁ ̓Ασδρούβας πάντας τοὺς τῶν ̔Ρωμαίων αἰχμαλώτους ἀπέκτεινεν, οπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρχηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διεχρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς καὶ ἀπετείχισεν, οὐ μὴν καὶ ταχέως ειλε. τά τε γὰρ τείχη καρτερὰ ην καὶ οἱ ἐντὸς πολλοὶ οντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως ειχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ανεμον, ὁσάκις σφοδρῶς επνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς οπερ ὁ Σκιπίων μέγα εργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε· τὸν γὰρ εισπλουν τοῦ λιμένος στενὸν οντα