325
Ομηρος· οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσι. Πατραλοίασ. ὁ τὸν πατέρα τύπτων. ἀλοίω γὰρ τὸ τύπτω, ἀλύω δὲ τὸ ἀδημονῶ, ψιλόν. Πατήρ. ονομα πρός τι τῆς οὐσίας αὐτὸ λεγόμενον. πατὴρ μὲν ουν κυρίως ειρηται ἀναίτιος ὑπόστασις γεννητικὴ ἀγέννητος. ειρηται δὲ πατὴρ η ὡς πάντα τηρῶν, η ὡς τοὺς οἰκείους παίδας τηρῶν. διττῶς δὲ λέγεται πατὴρ ὁ θεός· φύσει καὶ χάριτι. φύσει μὲν τοῦ ἰδίου καὶ μονογενοῦς υἱοῦ, χάριτι δὲ καὶ ἡμῶν. ὡς τό· ἐγὼ ειπα, θεὸς ἐστὶ καὶ υἱοὶ ὑψίστου πάντες. Πατήρ. ὁ ἡμέτερος ειρηται παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων. η παρὰ τὸ σπείρω, σπατὴρ καὶ πατήρ. Πάτοσ. ἡ ὁδός. Πατρόκλεισ. κύριον. κλίνεται Πατροκλῆς Πατροκλέους, ἡ κλητικὴ Πατρόκλεες καὶ ποιητικῶς Πατρόκλεις. Παχύνουσ. τὴν γνῶσιν παχὺς καὶ ἀνόητος. Παγχερνίτησ. τόπος καὶ χώρα. Παράνομοσ. ὁ πεπιστευκὼς μὲν εἰς θεὸν καὶ τὸν νόμον αὐτοῦ δεξάμενος, μετὰ φαύλης δὲ διαpi.1506 νοίας καὶ διεστραμμένης τοῦτον κατέχων καὶ θεῷ μὲν πιστεύειν νομίζων, μετὰ κρίσεως δὲ καὶ βουλήσεως τῇ πρὸς θεὸν αὐτοῦ πίστει ἐναντίας. (Θηλυκόν.) Παγίσ. ἐνέδρα. παρὰ τὸ πήσσω, πηγὶς καὶ παγίς. ουτω Φίλων. Παγασαί. πόλις. Παιπάλη. αλευρον λεῖον· ην πασπάλην λέγομεν. Παιδεία. ἡ παίδευσις. Παιδιὰ δὲ, παίγνιον, ˉι. Παιονία. χώρα. †Παιωνία. ἡ πό-.† Πακόρεια. πόλις. Παλίωξισ. ἡ ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξις, οταν οἱ πρότερον φεύγοντες υστερον πάλιν αὐτοὶ διώκουσι θαῤῥήσαντες. γίνεται δὲ ἐκ τοῦ πάλιν καὶ τοῦ δίωξις παλινδίωξις καὶ ἀποβολῇ τοῦ ˉν καὶ τοῦ ˉδ καὶ κράσει τῶν δύο ˉιˉι εἰς εν ˉι μακρὸν παλίωξις, ωσπερ Θέτιϊ Θέτι. σημαίνει δὲ τὴν ἐκ βʹ δίωξιν καὶ φυγὴν τοῖς ἐναντίοις. Παλλάσ. ἡ ̓Αθηνᾶ. παρὰ τὸ ἀναπεπλάσθαι ἐκ τῆς κεφαλῆς τοῦ ∆ιός. η οτι Πάλλαντα ενα τῶν Γιγάντων ἀπέκτεινεν. η παρὰ τὸ ἀεὶ κινητὸν ειναι τὴν θεόν· ἡ γὰρ αὐτὴ νοεῖται φρόνησις. η παρὰ τὸ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ θεός. η διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ ∆ιονύσου προσκομίσαι τῷ ∆ιΐ. pi.1507 Παλιγγενεσία. τὸ ἐκ δευτέρου γεννηθῆναι η ἀναπλασθῆναι. η τὸ αγιον βάπτισμα λέγεται. Παλιλλογία. ἡ ταυτολογία. Πάλη. ἡ παλαίστρα. ἀπὸ τοῦ πάλλεσθαι τὸ σῶμα. πάλλει δὲ ἀντὶ τοῦ κινεῖ, δίφθογγον. Παλινῳδία. ἡ προτέρα ᾠδὴ η ἡ ἐναντία. η δόγμα τοῖς προτέροις ἐναντίον. Παλάθαι. μάζα σύκων. Παλαιβίσκα. πόλις. Παλμισόσ. πόλις. Παλάμη. ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν καὶ σείειν. η οτι δι' αὐτῶν πεπαλήμεθα καὶ τεχνώμεθα. παλάμαι γὰρ αἱ τέχναι. παρόσον δι' αὐτῶν πολλὰ μαιόμεθα καὶ διδασκόμεθα. Παλίῤῥοια. ἡ αμπωτις. Πανήγυρισ. θέατρον, ἑορτὴ, συνάθροισις. ἀγείρω, αγορις καὶ αγυρις, καὶ πανήγυρις, εἰς ην πάντες ἀγείρονται. Πανόπαια. ορνις ουτω καλουμένη. Πανονία. ἡ Βουλγαρία. Πανσελήνου. πεντεκαιδεκατέας πεπληρωμένης. Πανδήμου. δημοσίας. Πανδαισία. τράπεζα πολυτελὴς, η εὐωχία. Παναλκοῦσ. ἰσχυρᾶς, γενναίας, παντοδυνάμου. ἐκ τῆς παναλκοῦς χειρός. Παντευχία. ἡ πανοπλία. Παμμήτωρ. ἡ γῆ. ἀπὸ τοῦ τρέφειν πάντας. καὶ πολιὰν τιθεῖ τὴν παμμήτορα ἡ χιών. Παμφαοῦσ. λαμπρᾶς. pi.1508 Παρὰ φύσιν. ο ὁ θεὸς οὐκ ἐποίησεν, οιον ἐστὶν ἡ ἁμαρτία καὶ ὁ θάνατος. Παροιμία. λόγος ἀπόκρυφος δι' ἑτέρου προδήλως σημαινόμενος η λόγος ὠφέλιμος· καταχρηστικῶς δὲ πᾶν διήγημα. Πάρεσισ. εκλυσις. Παροινία. ἡ ἐκ τοῦ οινου υβρις. η ἡ παντοία ἁμαρτία. Παρῃορίῃσι. ταῖς εξω τοῦ ζυγοῦ ἡνίαις. καὶ παρῃορίας τὰς ἡνίας, ὑφ' ας ὁ τρίτος ιππος τῇ ξυυοδίᾳ δέδεται. καὶ ὁ μὴ κατὰ χώραν ἀραρυίας εχων τὰς φρένας, ἀλλ' αἰωρουμένας. Παρθένοσ. παρὰ τὸ θέειν τὴν παιδικὴν ἡλικίαν, η παρὰ τὸ θέειν τῇ μητρὶ, η παρὰ τὸν θήσω μέλλοντα. -γυναῖκά τε θήσατο μαζόν. γίνεται ῥηματικὸν ονομα θήνη, καὶ μετὰ τῆς παρὰ προθέσεως παραθήνη καὶ παρθένος. ἡ περὶ ταύτην τὴν ἡλικίαν ουσα, καθ' ην ωραν εχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζούς· τὰς γὰρ μικρὰς παιδίσκας οὐ προσαγορεύομεν παρθένους, ἀλλὰ τὰς ηδη ἐπὶ τὸ γυναῖκας μέλλειν ἰούσας. ὁ δὲ ̔Ηρακλείδης παρ' οὐδενὸς οὐδὲν λαβοῦσα εἰς εδνα. η παρὰ τὸ πῦρ θανατοῦν. Παῤῥησία. ἐξουσία· θάῤῥος. παρὰ τὸ πᾶν παῤῥησία. εστι δὲ οὐ