1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

 309

 310

 311

 312

 313

 314

 315

 316

 317

 318

 319

 320

 321

 322

 323

 324

 325

 326

 327

 328

 329

 330

325

ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ." Οὐ ῥώμῃ σώματος, φησὶ, καὶ ἱππικῇ τέχνῃ, καὶ ταχύτητι ποδῶν ὁ Θεὸς ἐπιτέρπεται· ἀλλὰ καλαῖς πράξεσιν, ὧν δη μιουργὸς ἡ εὐλάβεια. Οὐ μόνον δὲ τούτων προμη θεῖται σπουδαίως, ἀλλὰ καὶ τῶν περιπεπτωκότων ἁμαρτίαις, μεταμελείᾳ δὲ χρησαμένων, καὶ στηρι χθέντων τῇ τῆς φιλανθρωπίας ἐλπίδι. Οὐ γὰρ μόνον τοῖς τελείοις τῆς ἀρετῆς ἀθληταῖς ἔφη τὸν Θεὸν εὐδοκεῖν, ἀλλὰ καὶ ἐπὶ τοῖς τὸν θεῖον προσμένουσιν ἔλεον. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ ἐνταῦθα παρακελεύεται ὁ προφητικὸς λόγος. Προλέγει δὲ καὶ τὴν μετὰ τὴν ἐπάνοδον γεγενημένην νίκην. Πρὸς δὲ ταύτῃ, καὶ τὰ τῶν ἀποστόλων προθεσπίζει κηρύγ ματα, πᾶσαν ὅτι τάχιστα διαδραμόντα τὴν οἰκου μένην. 80.1984 ιβʹ, ιγʹ. "Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου." ∆ιὰ τὴν ἄμαχον τοῦ Θεοῦ ῥοπὴν, καὶ τῶν πολεμίων ἀπαλλαγεῖσα, καὶ ἀπολιόρκητος, ὦ Ἱερουσαλὴμ, μείνασα, ὕμνοις ἀμείβου τὸν εὐεργέτην. Ἱερουσαλὴμ δὲ οὐ τὰς οἰκοδομίας καλεῖ, ἀλλὰ τοὺς ταύτης οἰκήτορας. "Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί." Εὐπαιδίας γὰρ καὶ πολυπαιδίας εὐλογίαν λα βοῦσα εἰς πλῆθος ηὐξήθης. ιδʹ. "Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην." ∆εδώρηταί σοι καὶ πανταχόθεν εἰρήνην. Ἐκδειματωθέντες γὰρ τῷ δέει τῶν ἀναιρεθέντων ἕτεροι πάλιν ἐπανελθεῖν οὐ τολμῶσιν." Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε." Ἐπέκλυσέ τε καὶ τοῖς ἀπὸ γῆς ἀγαθοῖς. Στέαρ γὰρ πυροῦ τῶν καρπῶν τὴν ἀφθονίαν ἐκάλεσεν, ἀπὸ τοῦ μέρους τὸ πᾶν ὀνομάσας. Πυρὸς γάρ ἐστιν ὁ σῖτος, στέαρ δὲ πυροῦ ὁ κάλλιστος ἄρτος. ∆εδήλωκε δὲ διὰ τούτου καὶ τοὺς ἄλλους καρπούς. Ἀλλὰ ταύτης πάλαι τῆς προνοίας ἀπήλαυον Ἰουδαῖοι· κατὰ δὲ τοῦ Σωτῆ ρος λυττήσαντες ἔρημοι πάντων ἐγένοντο τῶν ἀγα θῶν. ∆ιὰ τοῦτο καὶ ὁ προφητικὸς λόγος ταῦτα περὶ ἐκείνων διεξελθὼν, τῶν ἐθνῶν προθεσπίζει τὴν σω τηρίαν. ιεʹ. "Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ." Λόγον ἐνταῦθα εὐαγγελικὸν ἐκάλεσε κήρυγμα. Τοῦτο δὲ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις ἀπ έστειλε. "Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη." Ἔδειξε δὲ καὶ τὴν ὀξύτητα τοῦ δρό μου. Ἐν ὀλίγῳ γὰρ χρόνῳ πᾶσαν γῆν καὶ θάλασσαν τῆς διδασκαλίας ἐπλήρωσαν. Τοῦτο προορῶν ὁ Προ φήτης ἔφη, "Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ." Καὶ καινὸν οὐδὲν, οὐδὲ παράδοξον. Πάντα γὰρ εἴκει τῷ θείῳ βουλήματι. Αὐτίκα τοίνυν τῶν ὑδάτων τὴν φύσιν μίαν οὖσαν εἰς μυρίας ἰδέας βουληθεὶς μετα βάλλει. ιʹ, ιζʹ. "∆ιδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμί χλην ὡσεὶ σποδὸν πάσσοντος. Βάλλοντος κρύσταλλον αὑτοῦ ὡσεὶ ψωμούς." Ἐκ γὰρ τῆς μιᾶς τῶν ὑδά των οὐσίας γίνεται μὲν ἀντίτυπος κρύσταλλος· γίνε ται δὲ χιὼν μανή τε καὶ μαλακὴ, καὶ ἐρίου κάταγμα μιμουμένη· γίνεται δὲ καὶ κόνις ὑγρά. Τοιαύτη γὰρ τῆς ὁμίχλης ἡ φύσις. "Κατὰ πρόσωπον τοῦ ψύχους αὐτοῦ τίς ὑποστήσεται;" Καὶ τὸν ἀέρα δὲ μεταβάλ λει ῥᾳδίως, καὶ τὸν ἄρτι φλογώδη μετ' ὀλίγον κρυ μώδη ποιεῖ. ιηʹ. "Ἐξαποστελεῖ τὸν λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδα τα." Ἀλλὰ πάλιν βουληθεὶς τὸ παγὲν ὕδωρ διαλύει ῥᾳδίως, καὶ κρουνηδὸν φέρεσθαι τοῦτο ποιεῖ. Τοῦ γὰρ νότου πνέοντος, καὶ χιὼν, καὶ κρύσταλλος λύεται. Οὐχ ἁπλῶς δὲ τούτων ἐποιήσατο τὴν διήγησιν, ἀλλὰ ἕτερα διὰ τούτων σημαίνων. Καθάπερ γὰρ ἡ χιὼν 80.1985 καταφερομένη τὰ ὄρη πληροῖ· τηκομένη δὲ εἰς τοὺς παρακειμένους χωρεῖ ποταμοὺς, καὶ χωρίοις ἑτέροις ἀρδεία προσφέρεται· οὕτω τῶν θεοσδότων ἀγαθῶν ἡ φορὰ πρώτοις μὲν προσηνέχθη τοῖς Ἰουδαίοις· ἐκείνων δὲ παραπεμψαμένων τὴν χάριν, διὰ τῶν ἱε ρῶν ἀποστόλων, ὥσπερ διά τινων ποταμῶν, ἡ τῆς διδασκαλίας ἀρδεία προσηνέχθη τοῖς ἔθνεσιν. ιθʹ. "Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῷ Ἰακώβ· δικαιώματα καὶ κρίματα αὑτοῦ τῷ Ἰσραήλ." Πάλαι μὲν τὸν νόμον, μετὰ δὲ ταῦτα καὶ τὴν χάριν· ἀλλ' ἀνάξιοι ἑκατέρων ἐδείχθησαν. κʹ. "Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρί ματα αὑτοῦ οὐκ ἐδήλωσεν." Οὐδενὶ γὰρ τῶν ἐθνῶν τὸν