325
Ἄννα ἡ ἀοίδιμος, τὸν Σαμουὴλ πρὸ γεννήσεως ὑποσχομένη, οὐχ ὑπήλλαξεν τὸν ὑποσχεθέντα, καίτοι ἔχουσα καὶ ἑτέρους παῖδας, ἀλλὰ τοῦτον προσήγαγεν τῷ θεῷ· Νόννα ἡ μακαρία, ὡσαύτως ὑποσχομένη Γρηγόριον τὸν Θεολόγον, ἀπέδωκεν θεῷ τὴν εὐχὴν αὐτῆς· καὶ μὴν ὁ Ἅγιος Εὐθύμιος δοτὸς τῷ θεῷ παρὰ τοῖς γονεῦσι πρὸ γεννήσεως καὶ οὐ διήλλακται μετὰ τὴν γέννησιν. οἳ καὶ χρῆμά τι θαυμαστὸν τῷ κόσμῳ ὤφθησαν, ἐξ ὧν καὶ οἱ τοκεῖς μεμακάρηνται. πῶς δ' ἂν οὖν ἡμεῖς, ὦ συνετώτατε, παρὰ ταῦτα ποιοῦντες, ἔξω ἐγκλήματος πέσοιμεν καὶ οὐχὶ μᾶλλον καθάψοιτο ἡμῶν ὁ μακάριος Πέτρος, ὧδέ που λέγων, οὐχὶ μένον σοι ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; καὶ τὸ ἑξῆς δύσφημον πάρειμι λέγειν, εἰδότι διαλεγόμενος. καὶ γάρ, ἐπὰν ὁτιοῦν ἀποταχθείη θεῷ δι' εὐχῆς αἰσίας, εἰς κοινὴν χρῆσιν μεταφέρειν οὐκ ἀκίνδυνον. κοινὴ δὲ χρῆσίς ἐστιν ἡ τοῦ βίου ἐπιγαμία. καὶ ὥσπερ ὁ ὑποσχόμενος μονάσαι καὶ ἐπὶ τούτῳ κείμενος ὑποστήσας καὶ γήμας κατακέκριται, οὕτω καὶ ὁ προελόμενος υἱὸν ἢ θυγατέρα προσοῖσαι θεῷ, εἶτα μεταλλάξας, τὴν αὐτὴν κατάκρισιν ἔχοι. οὕτω νοοῦμεν, σύγγνωθι, καίπερ ἐφιέμενοι τὸ ἀναπαυστικόν σου καὶ τὸ περὶ σεαυτὸν εὐχθὲν εἰς ἔργον ἀποβῆναι· ἀλλ' οὐ δι' ἐντολὴν ἐντολὴ παραβαίνοιτο οὐδὲ διὰ τὸ θατέρου σωτηριῶδες τὸ θατέρου ἐπιζήμιον πραγματεύοιτο, ὡς οἱ θεοφόροι πατέρες ἀπεφήναντο. Ἡ δὲ τρίτη ἐπιβολὴ τοῦ λόγου, ὅτι εἰσί τινες, φησί, μοναχοί, ὡς τὸ δοκεῖν τῆς ὀρθῆς πίστεως ἀντεχόμενοι καὶ πολλοὺς διωγμοὺς ὑπὲρ ἀληθείας ὑπομεμενηκότες, συναναστρεφόμενοι δὲ ὅμως καὶ συνεσθίοντες τοῖς αἱρετικοῖς καὶ συγκαταβάταις καὶ ἀδιάφορον τὸ πρᾶγμα οἰόμενοι, ὡς παρά τινι πατρὶ νενομοθετημένοι τρία ταῦτα φυλάξασθαι, μὴ εὐλογεῖσθαι ὑπὸ τῶν αἱρετιζόντων, μὴ συμψάλλειν αὐτοῖς προαρχομένοις καὶ τὸ ἀπέχεσθαι τῆς κοινωνίας τοῦ ἄρτου αὐτῶν. παρὰ τὰ διατεταγμένα τοῖς ἁγίοις πατράσιν τὸ λεγόμενον· οὔτε γὰρ συναναστρέφεσθαι οὔτε συνεσθίειν οὔτε συμψάλλειν οὐθ' ὅλως ἔχειν τινὰ κοινωνίαν πρὸς αὐτοὺς καταδέχονται, ἀλλὰ καὶ τὸ οὐαὶ ἐπιφθέγγονται τοῖς μέχρι βρώματος καὶ πόματος καὶ σχέσεως κοινωνοῦσιν αὐτοῖς. ὥστε ἐκκήρυκτος καὶ ἀλλοτριοδιδάσκαλος ὁ ἐκεῖνα λέγων, ὅστις ἂν εἴη ἐν ἀνθρώποις. 501 {1Τῇ ἀδελφότητι τῆς Πελεκητῆσ}1 Λυπηρὸν μὲν τὸ συμβεβηκὸς τῇ τιμιότητι ὑμῶν, ἀδελφοὶ καὶ πατέρες (πῶς γὰρ οὔ;), ὅτι τὸν ποιμένα ὑμῶν ἀποβεβλήκατε καὶ ἐγένεσθε ὡς ποίμνιον ἠπορημένον, καὶ ταῦτα ἐν ἡμέραις τοιαύταις, ἐφ' αἷς λύκοι βαρεῖς ἐπὶ τὰ ποίμνια τοῦ Χριστοῦ ἐπερχόμενοι καὶ συλαγωγεῖν ψυχὰς σοφιζόμενοι. ἀλλ' ὅμως, ἐπειδὴ παρὰ θεοῦ τὸ συμβὰν καὶ παρ' αὐτοῦ προσελήφθη ὁ ποιμὴν ὑμῶν, καθ' ὃν καιρὸν ᾔδει τὸ συμφέρον ἀμφοτέρων ὁ τὰ πάντα ἐν τῇ αὐτοῦ σοφίᾳ διοικῶν Κύριος, εὐχαριστητέον καὶ οὐκ ἀγανακτητέον· αὐτὸς γὰρ ἔδωκεν, αὐτὸς καὶ προσελάβετο καί, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. τί οὖν τὸ ἐπιζητούμενον; ἵνα εἰς ἑαυτοὺς ἄρτι γένησθε καί, καθὼς ᾑρετίσασθε ἑλέσθαι ποιμένα τὸν κύριον Σέργιον τὸν εὐλαβέστατον ἀδελφὸν ἡμῶν, εἴπερ μή ἐστί τι πρὸς τὸν κύριον Μακάριον τὸν πνευματικὸν ἡμῶν πατέρα ἐνδοιάζον, ἐπιμείνητε εὐθυνόμενοι καὶ ἀρχόμενοι ὑπ' αὐτοῦ, οὗ ἐξελέξασθε πνευματικοῦ πατρός, εἰς ἐπισύστασιν ὑμῶν θεόσωστον καὶ εἰς ἀποπεραίωσιν βίου θεοκλινοῦς, ὡς ἂν τὴν ζάλην τῶν αἱρετικῶν πνευμάτων διαφύγοιτε καὶ εἰς λιμένα σωτηρίας ἐμβιβάζοισθε εἰς τὸ μὴ βλασφημηθῆναι δι' ὑμᾶς τὸ ὄνομα τοῦ θεοῦ, μᾶλλον δὲ δοξασθῆναι κατὰ τὴν προκρατήσασαν εὐαγῆ διαγωγὴν τῆς ζωῆς ὑμῶν. Σὺ δέ, ἀδελφὲ ἀγαπητέ, οὐκ ἔξω τοῦ εἰκότος πέπραχας, ἐπὰν οὕτως ἐγένετο, κατεληλυθὼς ἐκ τῆς ὀπῆς τῆς πέτρας καὶ ἡγησάμενος τῶν ἀδελφῶν· καὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, συγκαταβάσει χρησάμενος, τὸ τῆς οἰκονομίας ἐξετέλεσε μυστήριον ἐπὶ σωτηρίᾳ τοῦ παντός. στῆθι οὖν, καθὸ κέκρικας καὶ κέκριται ὑπὸ τῶν ἀδελφῶν, ἕως ἡμέρας ἀναδείξεως τοῦ