Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι.9 ∆υσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνον- τος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. ∆εισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιο- πίας. Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχον- τες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις. Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ Αἰθιοπίαν, τοῦτ' ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας 70.888 γὰρ τοὺς Αἰγυπτίους ὀνομάζειν ἔθος τῇ θείᾳ Γραφῆ. Ἔφη γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν, Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι μαχαίρας μού ἐστε. Εἰσεδεξά- μην τοίνυν ἀντὶ σοῦ, φησὶ, τοὺς ἐν μολυσμοῖς ὄντας δεινοῖς, μόνον δὲ οὐχὶ καὶ ἀναπόβλητον ἔχοντας τὴν ἀκαθαρσίαν. Πλὴν ἀφ' οὗ ἔντιμος ἐγένου, ἐναντίον μου ἐδοξάσθης. Οὐ γὰρ ἔμεινεν ὁ Ἰσραὴλ ἐν ἀπο- στροφῇ τε καὶ ἀτιμίᾳ διηνεκεῖ. Κληθήσεται γὰρ καὶ αὐτὸς διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ τῆς τῶν ἁγίων δόξης κοινωνὸς ἔσται, καὶ μέτοχος. Ἐδοξάσθης γὰρ, φησὶ, κἀγώ σε ἠγάπησα. Τὸ δὲ, ∆ώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου, καταδηλοῦν ἔοικεν, ὅτι κεκλημένων κατὰ και- ροὺς εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ τῶν ἐξ Ἰσραὴλ, πλεῖστοί τινες ἔσονται μυσταγωγεῖν εἰδότες αὐτοὺς, ἄνθρωποι σοφοὶ καὶ ἐλλογιμώτατοι. Ὑπὲρ σοῦ γὰρ ποιῶν, φησὶ, δώσω πολλοὺς ἀνθρώπους. ∆ώσω δὲ καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς λέγοντας κεφαλῆς· κεφαλὴ δὲ τῶν πιστευόντων Χριστὸς, εἰς ὃν πᾶσα βλέπει μυσταγωγία παρὰ τῶν εἰς τὸ καθηγεῖσθαι λαῶν ἀγομένων κατὰ καιροὺς, ψήφῳ δηλονότι τῇ παρ' αὐτοῦ. Οὐκοῦν τὸ, ὑπὲρ σοῦ, κατασημαίνειεν ἂν τὸ, ὑπὲρ τοῦ χρησίμου καὶ τελοῦντος εἰς ὄνησίν σοι τῷ μανθάνοντι τὸ σεπτὸν καὶ μέγα μυστήριον τῆς σῆς κεφαλῆς, τοῦτ' ἔστι Χριστοῦ. Ἤγουν καὶ καθ' ἕτε- ρον συνήσεις τρόπον τὸ, ∆ώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Γέ- γονας γὰρ ἀπόκλητος, φησὶ, καὶ ἐξῳκισμένος, καὶ τῆς πρὸς ἐμὲ φιλίας τε καὶ οἰκειότητος ἀλλότριος παντελῶς. Ταύτῃτοι, καὶ εἰς ἀντάλλαγμά σου τὰ εἰς ἔσχατα ἥκοντα διαβολῆς τῶν ἐθνῶν ἐδεξάμην. Ἀλλ' ἀφ' οὗ ἔντιμος ἐγένου ἐναντίον μου, πιστεύσας δηλον- ότι, καὶ τὴν ἐπὶ τούτῳ δόξαν εὑράμενος, ἠγάπησά σε. Ἠγάπησα δὲ οὕτως, ὥστε καὶ εἰ γένοιτο καιρός; ἢ χρεία τοῦ πολλοὺς ἀνθρώπους καὶ ἄρχοντας ὑπὲρ τῆς σῆς δοθῆναι κεφαλῆς, δοίην ἄν. Ἔστι γὰρ ὑπο- θετικὸς ὁ λόγος, καὶ πλείστην ὅσην τὴν ἔμφασιν ἔχων τοῦ τετιμῆσθαι παρὰ Θεοῦ τὸν Ἰσραὴλ, δίδωσί γε μὴν τὸ θαῤῥεῖν ἀραρότως, ὡς ἐν παντὶ καλῷ πάντη τε καὶ πάντως συνόντος Θεοῦ· Μετὰ σοῦ γὰρ εἰμί. Ἀπόχρη δὲ τοῦτο αὐτοῖς πρὸς πᾶσαν εὐημερίαν· Θεοῦ γὰρ συνόντος, ἐκποδὼν μὲν ἔσται τὰ μοχθηρὰ, ἅπας δὲ τρόπος ἡμῖν εὐθυμίας καὶ τερπωλῆς ἤτ' οὖν χαρᾶς ἀντεισκρίνεται. 9Ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε. Ἐρῶ τῷ Βοῤῥᾷ· Ἄγε, καὶ τῷ Λιβί· Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόῤῥωθεν, καὶ τὰς θυγατέρας μου ἀπ' ἄκρων τῆς γῆς, πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου.9 Ἐπέφανε τοῖς ἐπὶ γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς,