326
καίτοι γε πολλῷ πλειόνων ὑπὸ τῶν τὰ Ῥωμαίων διοικούντων καὶ χρημάτων 2.375 καὶ πόλεων παρεχομένων, ἃ γὰρ αὐτοὶ νυνὶ κατέχουσι καὶ ἔτι πολλῷ πλείω ἔχειν ἐξῆν, πολυπραγμονήσαντα μηδὲν, τότε μὲν οὐδὲν εἴργαστο τοιοῦτον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς πρὸς τὴν πρεσβείαν ἀπηγόρευε τὴν παρ' αὐτῶν· νυνὶ δὲ ὅτε βλάπτειν δύναιτο μηδὲν, ἐκεῖνα πράττειν ἐπιχειρεῖ, πᾶσαν ἐπίνοιαν κινῶν, ἃ τότε θᾶττον ἢ λόγος αὐτῷ ἐξῆν ἀνύττειν. ὅθεν δῆλον εἶναι, ἔφασκον, ὡς οὐδὲ τότε τοῦ ἐκείνου ἤθους ἡ περὶ αὐτοὺς εὐγνωμοσύνη ἦν, ἀλλὰ τῆς τοῦ κρείττονος ἐπικουρίας. νυνὶ δὲ ὅτε ἐν ἀσφαλείᾳ καθέστασαν αὐτοὶ, τὴν οἰκείαν γνώμην φανερὰν ποιεῖν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ τὴν πρὸς βασιλέα μάχην ἀπηγόρευεν, ἀφανῶς ἐπιβουλεύειν, ὥσπερ καὶ πρότερον, ἐπεχείρει καὶ παντοίας συνέῤῥαπτεν ἐπιβουλάς. πρὸς γὰρ Βεῤῥοιώτας κρύφα πέμψας, ἔγραφε τοιαῦτα· ὡς εἰδείη μὲν αὐτοὺς οὐχ ἑκοντὶ προσκεχωρηκότας Καντακουζηνῷ, κοινῷ πολεμίῳ τῶν Ῥωμαίων ἀναφανέντι καὶ τῶν βασιλέως ἐπιβούλῳ παίδων· ἀλλ' ὑπὸ τοῦ Τριβαλῶν πολέμου πιεζομένους ὠσθῆναι ἐπὶ τοῦτο δι' ἀνάγκην, νομίσαντάς τι ὑπὸ τούτου ὠφελεῖσθαι διὰ τὸ Κράλην πυνθάνεσθαι σπονδὰς ἔχειν πρὸς αὐτὸν καὶ συμμαχίαν. τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, ἢ ἀπάτη καὶ φενακισμός. Κράλης γὰρ ἤδη φανερῶς ἡμῖν προσθέμενος, ἐκείνῳ ἔγνωκε πολεμεῖν. εἰ μὲν οὖν μεταβαλόντες τὰ κοινῇ τε πᾶσι καὶ σφίσιν αὐτοῖς λυσιτελοῦντα ἕλοισθε, ταῦτα δέ ἐστι, κατέχειν τοῦτον καὶ τὸν κίνδυνον μὴ ἐᾷν διαδιδράσκειν· οὐ πολλῷ γὰρ ὕστερον 2.376 ἀφιξόμεθα ἐπ' αὐτὸν πανστρατιᾷ, ἄριστα βουλεύσεσθε ὑπὲρ ὑμῶν αὐτῶν· πολλῶν γὰρ ἀπολαύσετε καὶ μεγάλων τῶν παρὰ βασιλέως τε τοῦ νέου καὶ ἐμοῦ εὐεργεσιῶν. ἢν δ' ἀπειθῆτε καὶ ἐκείνῳ προστιθέμενοι ταῖς γνώμαις, γνώσεσθε πολεμεῖν ἡμῖν, εἰς τοσοῦτον ἀβουλίας ἥξετε, ὡς μετὰ πεῖραν πολλῶν ἀνιαρῶν εἴσεσθε, ὡς βέλτιον ἦν πείθεσθαι ἡμῖν, πρὶν εἰς ταῦτα ἥκειν. Βεῤῥοιῶται δὲ φανερὰ τῷ βασιλεῖ πρότερον ποιήσαντες τὰ γράμματα, «οὐδὲν θαυμαστὸν,» ἀντέγραφον «Ἀπόκαυκε, εἰ τοῦ πολλὰ εὐηργετηκότος καὶ τρόπον τινὰ δεδημιουργηκότος καὶ αὐτὸς κατεξαναστὰς, ὥσπερ ὁ τοῦ ψεύδους πατὴρ καὶ σὸς διδάσκαλος κατὰ θεοῦ τοῦ πεποιηκότος, καὶ βλασφημίας ἀφίης κατ' αὐτοῦ πολλάς· καὶ γὰρ κἀκεῖνος κατὰ θεοῦ. οὐδὲ γὰρ κατὰ τἄλλα βασκάνου καὶ πονηροῦ δαίμονός τινος ἀποδέεις τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, αἵμασιν ἀνθρώπων χαίρων καὶ στρεβλώσεσι καὶ τρυφὴν ποιούμενος τὰς ἑτέρων συμφοράς. ἃ μὲν οὖν γέγραφας, ἀκριβῶς ἔχεται τοῦ φίλου ψεύδους, καὶ τούτου χάριν, ὡς πολλῶν ἄξια βαράθρων, ἀπεῤῥίψαμεν. ἓν δὲ μόνον πεισθησόμεθα ἀκριβῶς, οὐ κατὰ τὴν σὴν διάνοιαν, ἀλλ' ὡς ἡμῖν προσήκει. βασιλέα γὰρ οὐ μόνον πάσῃ δυνάμει καθέξομεν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ὑπὲρ δύναμιν, εἰ οἷόντε εἰπεῖν· δεῆσαν δὲ στρατεύειν ἐφ' ὑμᾶς, καὶ αὐτοὶ συνεψόμεθα 2.377 καὶ συναγωνιούμεθα προθύμως. εἰ δέ ποτε συμβαίη διαστῆναι καὶ τοῖς σώμασιν, ἀλλ' οὐ ταῖς διανοίαις καὶ τῷ βουλομένῳ τῆς ψυχῆς. ἐκείνοις γὰρ οὕτω συνεσόμεθα, ὡς καὶ νύκτωρ καὶ μεθ' ἡμέραν οὐδὲν ἄλλο μᾶλλον προὔργου ποιησόμενοι, ἢ τῆς ἐκείνου πρὸς ἡμᾶς εὐμενείας ἄξιοι φανῆναι. τῶν ἀπειλῶν δὲ τῶν σῶν τοσοῦτον ἀπέχομεν ἐπιστρέφεσθαι, ὥστ' αὐτῷ σοι παραινοῦμεν μᾶλλον τὴν ἀπὸ θεοῦ δίκην δεδοικέναι, καὶ νῦν τε μεγάλας συμφορὰς ἐκδέχεσθαι σαυτῷ τε καὶ παισὶν, οὕτως ἀδικώτατα οὐ περὶ βασιλέα μόνον, ἀλλὰ κοινῇ περὶ Ῥωμαίους καὶ διανοηθέντι καὶ πράττοντι ἄχρι νῦν, καὶ μετὰ τελευτὴν, τὴν ἐν ᾅδου καταδίκην, ἣ λῃσταῖς καὶ ἀνδραποδισταῖς καὶ φονεῦσιν, οἷος σὺ, ἡτοίμασται. οὐ γὰρ ἐπιλήσεται κύριος τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλέγχους ἐν τοῖς λαοῖς. ἡμεῖς δὲ ὡς δίκαιά τε ὁμοῦ καὶ συμφέροντα πᾶσιν ᾑρημένοι, οὐχ ὅτι τιμωρίας, ἀλλὰ καὶ ἀμοιβὰς τῶν τρόπων ἐκδεχόμεθα παρὰ θεοῦ.» τοιαῦτα μὲν ἀντέγραφον αὐτῷ οἱ Βεῤῥοιῶται. ἐκεῖνος δὲ ἐπεὶ τῆς πρώτης πείρας ἀπετύγχανεν, ἐτράπετο ἐπὶ δευτέραν, καὶ Ἀλουσιάνον τινὰ δεσμώτην κατεχόμενον, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένον, ἀγαθὸν περὶ τοξείας ὄντα, θήραις γὰρ ἠσχόλητο καὶ ἀκριβῶς ἐξήσκητο περὶ ταῦτα, ἔπεισεν εὖ ποιήσειν