326
συνέχωσε, 2.334 χαλεπῶς μὲν καὶ ἐπιπόνως, ομως μέντοι ὑπὸ πολυχειρίας τὸ εργον ἐξείργαστο. ειργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι ἠδυνήθησαν. Οἱ ουν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἱ μὲν ηὐτομόλουν, οἱ δὲ ἐγκαρτεροῦντες εθνησκον, οἱ δὲ τῶν νεκρῶν ἐγεύοντο. οθεν ἀθυμήσας ̓Ασδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπονδῶν επεμψε· καὶ ετυχεν αν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς απασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευθερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν ουν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύσατο· καὶ ταλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε ουν καὶ αλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ' ἐπεκράτουν, καὶ ἀντεμηχανῶντο πρὸς τὰς ̔Ρωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν εχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προϊὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς ̔Ρωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στράτευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν εταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν επεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα αμφω ἐπισκοπῶν. καὶ ηλω τὸ φρούριον. ειτ' αυθις πάσῃ τῇ στρατιᾷ ἐπολιορκεῖτο ἡ Καρχηδών. ̓Απογνόντες ουν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον 2.335 τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ατε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες οσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν αλλων τὰ πλείω, ινα τῆς ἐξ αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ' εγνων τὸ εργον οἱ ̔Ρωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν, καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἱ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς τοίχους διορύσσοντες κάτωθεν διῄεσαν, εως πρὸς αὐτὴν τὴν ακραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἱ Καρχηδόνιοι, ἀλλ' ἐπεκηρυκεύσαντο, πλὴν τοῦ ̓Ασδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων, ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς, εἰς τὸ ̓Ασκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλοντας, μέχρις ου ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν, τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν Σκιπίωνα ηλθεν ἱκετηρίαν εχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξονειδίσασα οτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέτρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν. ̔Ελὼν ουν ουτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε "Καρχηδὼν ἑάλω· τί ουν κελεύετε;" ἀναγνωσθέντων ουν τούτων βουλὴν εθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατασκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι δεῖν ἐγνωμάτευσεν, ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ετι συνεβούλευε. κἀντεῦθεν εἰς ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ 2.336 συνέδριον, εως εφη τις οτι εἰ καὶ δι' οὐδὲν ετερον, ἀλλά γε ἑαυτῶν ενεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο αν, ιν' ἀνταγωνιστὰς αὐτοὺς εχοντες ἀρετὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τράπωνται, τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς ασκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ' ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ εχοντες. ἐκ τούτων ουν τῶν λόγων πάντες κατασκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα αρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ' αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλήθησαν κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν πάνυ πρώτων ἐπράθησαν· ουτοι γὰρ οι τε ομηροι καὶ ὁ ̓Ασδρούβας καὶ ὁ Βιθίας αλλοι αλλῃ τῆς ̓Ιταλίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκιπίων δόξης τε ετυχε καὶ τιμῆς, καὶ ̓Αφρικανὸς οὐκ ἀπὸ τοῦ