326
συγκοπὴ, ἀλλὰ τροπή. Παρευδοκίμησισ. νίκη η δόξα ὑπερβαίνουσα. Παραβολή. ὁμοίωσις πραγμάτων. †η τὸ διήγημα. ὡς τό· εθου ἡμᾶς εἰς παραβολήν. καὶ ὁ pi.1509 αἰνιγματώδης λόγος. καὶ ἡ τροπολογία. ὡς τό· υἱὲ ἀνθρώπου, εἰπὲ αὐτοῖς τὴν παραβολὴν ταύτην· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος. ἀετὸν ὀνομάσας τὸν βασιλέα τῶν ̓Ασσυρίων. καὶ τὸν τύπον, ὡς παρὰ τῷ Παύλῳ περὶ τοῦ ̓Αβραὰμ λέγεται· ἐν παραβολῇ αὐτὸν ἐκομίσατο. ηγουν τὸν ̓Ισαάκ.† Παρεμβολή. στρατόπεδον. Παράκοιτισ. ἡ παλλακή. Παρατροπή. τὸ εξω τοῦ δέοντος, η μεταβολή. Πάρδαλις καὶ πόρδαλισ. ὡς λέγει Ωρος ὁ Μιλήσιος, παρὰ τὸν πόρον αὐτῆς ποιεῖν μεθ' αλματος· πορευτικὴ γάρ. παρδαλέη δὲ καὶ παρδαλῆ ἡ δορὰ, η καὶ πάρδαλις. Παρολκή. ὑπέρθεσις. Παραψυχή. ἡ παραμυθία. Παρειαί. αἱ γνάθοι. τὰ μάγουλα. Παρακαταθήκη. τὸ ἐνέχυρον. παρακαταθήκη πνευματικὴ, ἡ διδασκαλία, ἡ νουθεσία. Παρενθήκη. περίσσεια. Παρολκήν. διατριβὴν, βραδυτῆτα, ὑπέρθεσιν. Παραγραφή. παραγραφή ἐστιν ἀπὸ τοῦ γράφειν καὶ ἐκβάλλειν τοὺς φεύγοντας τὸν περὶ τῶν πραγμάτων ἀγῶνα. pi.1510 Παραδοξοποιΐα. θαυματοποιΐα. Παραίφασισ. ὁ παραλογισμός. Παρεισάκτουσ. ἀλλοτρίας, ξένας. Πανσαγία. ἡ πανοπλία. ισως ἀπὸ τοῦ σάκους ειρηται. ουτως ευρον εἰς τὸν Σέλευκον. †Παροψίσ. ἐστι δεκτικὸς πίναξ οψου. καὶ τρυβλίον δὲ τὸν πίνακά μοι νόει.† Παστείλη. ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ. παστίλη δὲ τὸ ἀπόξυσμα τῆς δορᾶς, †καὶ τῆς γαστρὸς ἡ ὑδατώδης φορὰ,† ἰῶτα. Παστάσ. ὁ νυμφών. Πατριαί. αἱ φυλαί. Παύλασ. ἀναπαύσεις. †Πάχνη. εστιν ὁλοπαγὲς υδωρ, δι' αλλης ὑγρᾶς υλης ἐπὶ γῆς πεπηγυῖα.† Παμφίδων. κεράτων. Παρακαταθήκην. τὴν χάριν τοῦ παναγίου πνεύματος λέγει ὁ ̓Απόστολος, ην διὰ τῆς χειροτονίας ἐδέξατο ὁ Τιμόθεος. τὴν παρακαταθήκην φύλαξον. η τὴν ἐντολὴν, ην σοι δι' ἐμοῦ ὁ θεὸς παρέθετο. η παραθήκην. (Οὐδέτερον.) Παγκράτιον. ὁ ἀγών. pi.1511 Πάθοσ. μεταποίησις τοῦδέ τινος, ου ην ειτε ἐπ' ἀγαθῷ ειτε καὶ αλλως. η τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ο οὐκ ην πρότερον. πάθος ἐστὶ δύναμις, καθ' ην παθητικοὶ γενόμεθα. Πάθοσ. εστι ψυχῆς κίνησις αλογος δι' ὑπόληψιν κακοῦ η ἀγαθοῦ. Παιώνειον. φάρμακον τοῦ Παίωνος. Παιπαλόεν. τραχύ. Πάθοσ. κίνησις ἐξ ἐνεργείας ἑτέρου εἰς ετερον, τὴν μὲν ἀρχὴν εχον ἐν τῷ ποιοῦντι, τὸ δὲ τέλος ἐν τῷ πάσχοντι. Παλίμφημον. βλάσφημον. τὸ παλίμφημον δόγμα. Παλαιόν. ἀρχαῖον. Παλαιγενέσ. πρεσβύτερον. Πάλαιρον. τόπος. Παλαμήδειον εποσ. τὸ τοῦ Παλαμήδους. Παλιμπετέσ. τὸ ὀπισθόρμητον. παρὰ τὸ εμπαλιν πεσεῖν. †Παλίνδορον. τὸ εἰργασμένον δέρμα.† Παλισύλλεκτον. ἐξ ου ψευδὲς η μεταμελητόν. Παλινάγρετον. εἰς τοὐπίσω ληπτόν. pi.1512 Παλίντορα. εἰς τοὐπίσω τεινόμενα. Πάγιον. τὸ ἑδραῖον καὶ ἀσφαλές. Παλίλλογα. παλισύλλεκτα, ἐκ δευτέρου πάλιν συλλεγόμενα. παρὰ τὸ πάλιν καὶ τὸ λέγω, τὸ συλλέγω. Πάμφορον. πολύκαρπον. Πάμφιλον. τόπος. Παναρμόνιον. ἐμμελέστατον. Παννύχιον. δι' ολης τῆς νυκτός. †Πανδούριον. μάχαιρα σφακτική. η ειδος μουσικόν· ειδος κιθάρας.† Πανδοκεῖον. οὐκ ἐν τῷ χ πανδοχεῖον. καὶ μελανοδόκον, καὶ τὰ ομοια ουτως. τὸν δὲ μοχλὸν ἐν τῷ χ καὶ ̓Αττικοὶ καὶ ∆ωριεῖς καὶ Ιωνες πλὴν Ἀνακρέοντος· ουτος δὲ μόνος σχεδὸν τὸ ˉκ. Ζηνόδοτος δέ· καὶ οὐ μοκλὸν ἐν ουρῃσι δίζῃσι βαλὼν ησυχος καθεύδει. καὶ ὁ σχινδαλμὸς ἐν τῷ ˉχ. Παρώνυμον. τὸ ἀπό τινος εχον τὴν προσηγορίαν. ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος. Πανύστατον. πάντων εσχατον. Πάναγρα. τὰ δίκτυα. ἀπὸ τοῦ τὰ πάντα ἀγρεύειν. pi.1513 Πάνιον. τόπος. Πάνειον δὲ, τὸ ἱερὸν, καὶ δεῖμα τὸ τοῦ Πανὸς, δίφθογγον. †Παρανάλωμα. ἀφανισμός.† Πανόψιον. τὸ οἱονεὶ λαμπρὸν καὶ πανόρατον καὶ ἐπιφανές. ουτως ̓Αρίσταρχος. Παράδειγμα. λόγος ἀπὸ τοῦ καθ' εκαστα αγων ἐπὶ τὸ καθόλου. †Παράδειγμα. οταν ὑπάρχει κατηγορία εις τινα, καὶ δι' ἐκείνου οὐδ' αλλος πιστοῦται. ὡς τό· οὐ δεῖ δοθῆναι Αἰσχίνῃ χρήματα. καὶ γὰρ Πεισίστρατος λαβὼν ἐτυράννησεν.† †Παράδειγμα. εἰκών· χαρακτὴρ εννοιαν εχων αἰσθητοῦ πράγματος. ἰστέον δὲ, οτι αλλο παράδειγμα καὶ αλλο παραβολή. καὶ