326
διὰ Μωσοῦ δέδωκε νόμον, οὔτε τὴν διὰ τῶν προ φητῶν προσενήνοχεν ὠφέλειαν. Τούτους δὲ μόνους τῆς τοιαύτης ἀρδείας ἠξίωσεν· ἀλλ' ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΗʹ ΨΑΛΜΟΥ. αʹ. "Ἀλληλούϊα, ἀλληλούϊα. ∆ιπλῆν ἐποιήσατο τὴν παρακέλευσιν ὁ
Προφήτης, εἰς πλείονα προθυμίαν τὰς ψυχὰς παραθήγων. Ὕμνος δὲ καὶ οὗτος ἕτερος τὴν κτίσιν ἅπασαν, νοητήν τε καὶ αἰσθητὴν, λογικήν τε καὶ ἄλογον, ἔμψυχόν τε καὶ ἄψυχον, εἰς μίαν συμ φωνίαν τῆς ὑμνῳδίας διεγείρων. Οὐρανὸν μέντοι καὶ γῆν, καὶ ἀβύσσους, καὶ τοὺς κατ' οὐρανὸν φωστῆ ρας, καὶ ὄρη, καὶ φυτὰ, καὶ τ' ἄλλα ὅσα τοιαῦτα, ὅσα ψυχῆς καὶ λόγου μετέχοντα, προσφέρειν τὸν ὕμνον παρεγγυᾷ. Ἀλλ' εἰς ταῦτα τοῦ λόγου μετ ειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν ἐν τούτοις φαινομένην σοφίαν καταμανθάνοντας τὸν Ποιητὴν ἀνυμνεῖν. "Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις." ∆ύο οὐρανοὺς ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι ὁ μέγας ἡμᾶς ἐδίδαξε Μωσῆς· τόνδε σὺν τῇ γῇ γεγενημένον, καὶ τὸν ὕστερον μέ σον τῶν ὑδάτων προσταχθέντα γενέσθαι, ὃν καὶ στε ρέωμα προσηγόρευσε. ∆ιὰ τοῦτο ἐκ τῶν οὐρανῶν, καὶ ἐκ τῶν ὑψίστων, ὑμνεῖσθαι προσέταξε τὸν Θεόν· ἀντὶ τοῦ, καὶ τοὺς ἐν τούτῳ καὶ τοὺς ἐν ἐκείνῳ δι άγοντας τῶν ἀσωμάτων χορούς. Ἐπειδὴ καὶ ὁ θεῖος Μωσῆς οὐδὲν ἡμᾶς περὶ τῆς τῶν νοερῶν φύ σεων δημιουργίας ἐδίδαξεν, ἀναγκαίως ὁ Προφήτης ἐνταῦθα καὶ τὴν τούτων ἐποιήσατο μνήμην. ∆ιὸ καὶ προσφέρειν τῷ Ποιητῇ τὸν ὕμνον παρεγγυᾷ. Τοῦτο γὰρ αὐτῷ παρὰ τῶν ποιημάτων τὸ χρέος ὀφείλεται, καὶ πᾶν ὑπ' αὐτοῦ γενόμενον, καὶ λόγῳ τετιμημένον, προσήκει τοῦτο διὰ παντὸς ἐκτίνειν τὸ ὄφλημα. Εἰ δὲ τὰ κτιστὴν ἔχοντα φύσιν ὑμνεῖ, οὔτε δὲ ὁ Υἱὸς τοῖς ὑμνοῦσιν, οὔτε τὸ πανάγιον συντέτακται Πνεῦμα, δῆ λον ὅτι τῆς κτιστῆς οὐχ ὑπάρχουσι φύσεως· ἣ γὰρ ἂν, πρὸ τῶν ἄλλων τὸν ποιητὴν ὕμνησαν, ὡς δικαιο 80.1988 σύνης πηγαὶ τιμῶσαι τὸ δίκαιον. Ἀλλ' οὔτε ὁ Υἱὸς ὑμνεῖ, οὔτε τὸ πανάγιον Πνεῦμα· οὐ τοίνυν κτιστῆς ἐστι φύσεως, οὔτε ὁ Υἱὸς, οὔτε τὸ πανάγιον Πνεῦμα Ὑμνεῖται δηλονότι καὶ αὐτὸς, καὶ τὸ πανάγιον Πνεῦ μα· οὗ γάρ ἐστιν ἄλλο τι μέσον τῶν ὑμνούντων καὶ ὑμνουμένων, ἀλλ' ἡ μὲν κτίσις ὑμνεῖ, ὁ δὲ Κτίστης ὑμνεῖται. Εἰ δέ τις τὸν Κτίστην οὐχ ὑμνεῖ, ὡς ἀχάρι στος οὐχ ὑμνεῖ. Ἀλλὰ ταῦτα πλατύτερον ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος διεξήλθομεν λόγοις. Οὐκοῦν ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. βʹ. "Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ" Ἀγγέλους καὶ δυνάμεις τὰς νοερὰς φύσεις καλεῖ. Ἀγγέλους μὲν, ὡς τὰ θεῖα διαπορθμεύοντας ῥήματα· δυνά μεις δὲ, ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας, καὶ πληροῦν τὰ κελευόμενα δυναμένας. "∆υνατοὶ γὰρ, φησὶν, ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ." Πᾶσαν μέν τοι τῶν νοερῶν τὴν φύσιν διὰ τούτων περιέλαβε τῶν ὀνομάτων. Μάλα δὲ ἁρμοδίως τοὺς ἐπουρανίους χο ροὺς πρώτους εἰς ὑμνῳδίαν ἐκάλεσε. γʹ. "Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐ τὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς." Ὁ δὲ Σύμμαχος οὕτως, Ὑμνεῖτε αὐτὸν, πάντες ἀστέρες φωτός· οὕτω δὲ καὶ οἱ ἄλλοι. Κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Τῇ πρώτῃ ἡμέρᾳ τὸ φῶς ἐδημιούργη σεν ὁ Θεὸς, τῇ τετάρτῃ δὲ τοὺς φωστῆρας· καὶ διὰ τοῦτο τοῦ φωτὸς χωρὶς ἐμνημόνευσεν, οὐχ ὡς καθ' ἑαυτὸ ὑφεστῶτος, ἀλλ' ὡς ἐν τοῖς φωστῆρσι διανεμη θέντος. Ταῦτα δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, οὐκ ἔμ ψυχα καὶ λογικὰ συγκαλεῖ· ἀλλ' ἡμᾶς ἀφορᾷν εἰς ταῦτα, καὶ τοῦ Θεοῦ τὴν σοφίαν καταμανθάνειν, καὶ διὰ πάντων αὐτῷ πλέκειν τὴν ὑμνῳδίαν παρ εγγυᾷ. δʹ. "Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν." Τῷ στερεώματι διεχώρισεν ὁ Θεὸς τῶν ὑδάτων τὴν φύσιν,