326
ἱεροῦ ἡμῶν ἀρχιερέως, καὶ τότε γενήσεται ὃ δεῖ γενέσθαι νομιμώτερόν τε καὶ κανονικώτερον· ἕως δ' ἂν μὴ παρῇ ὁ καιρὸς ὁ ἐπιζητούμενος, ἡγοῦ τῶν ἀδελφῶν καὶ κατευ οδοῦ ἐν Κυρίῳ, ὡς λόγον ἀποδώσων ὑπὲρ τῶν ψυχῶν αὐτῶν, ἀλλὰ καὶ ὡς τὸν ὑπὲρ αὐτῶν μισθὸν κομιούμενος· καθ' ὅσον γὰρ μέγας ὁ ζυγὸς τῆς προστασίας, κατὰ τοσοῦτον καὶ πολύμισθος. μόνον ἔχε ὀφθαλμοὺς τοῦ ὁρᾶν καὶ ὦτα τοῦ ἀκούειν, καρδίαν ἄγρυπνον καὶ θεοζήτητον, ἕξιν ποιμαντικήν, λόγον διδασκαλικόν, εὔρυθμον ἦθος, εὔσημον στάσιν καὶ βάσιν, ὅλος δι' ὅλου ὑπὸ τοῦ λόγου συντηρούμενος καὶ διευθυνόμενος. καὶ μακάριος εἶ, ἀποστολικὸν ἔργον διατελῶν· καὶ γὰρ ὁ Κύριος ἀπόδειξιν τῆς εἰς αὐτὸν φιλίας προύχουσαν ὑπέδειξε τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ τὴν ποιμαντικὴν ῥάβδον· εἰ φιλεῖς με γάρ, φησί, πλέον τούτων, Πέτρε, ποίμαινε τὰ πρόβατά μου. Ποίμαινε οὖν τὰ πρόβατα Κυρίου, ἀσφαλιζόμενος αὐτὰ ἐν τῇ μάνδρᾳ τῆς ὀρθοδοξίας καὶ ἐκτρέφων αὐτὰ εἰς χλόην τῶν ἐντολῶν αὐτοῦ καὶ κατασκηνῶν ἐπὶ ὕδατος ἀναπαύσεως τοῦ θελήματος αὐτοῦ. βλέπε μή που ὑφαρπαγῇς ἢ αὐτὸς ἢ τῶν σαυτοῦ τι προβάτων ὑπὸ τῶν αἱρετικῶν θηρῶν. ἀρκεῖ τὰ προλαβόντα ἐν τοῖς προλαβοῦσι· νῦν δὲ ἀσφαλῶς περιπατήσωμεν καὶ ἀνεμπτώτως, πάντα δεύτερα ἡγούμενοι καιροῦ καλοῦντος, καὶ αὐτὰ τὰ σώματα, μὴ ὅτι γε ἄλλο τι τῶν φθειρομένων ὑπὲρ τῆς ἀγάπης τοῦ θεοῦ, οὗ ἡ εἰρήνη βραβεύσοι τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν καὶ κατευθύναι τὴν ὁδὸν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. 502 {1Γρηγορίῳ ὑπάτῳ}1 Ἐζημίου ἡμᾶς μέχρι τοῦ δεῦρο ἡ τιμιότης σου μὴ ἐπιστείλασα, καίπερ ἐπιστέλλουσα καλῶς, ὡς αὐτὰ τὰ γράμματα δηλοῖ, ἐφ' οἷς καὶ ἐπαινέσαμεν αὐτῆς οὐ μόνον τὸ εὐμαθές, ἀλλὰ καὶ τὸ ἔτι φιλομαθές, γλιχομένης παιδείας ὑψηλοτέρας μετασχεῖν· ἧς τὸ πτυκτίον, καθὼς ἐπεζήτησεν, ἔχομεν μέν, οὐ μὴν δὲ ἐνταῦθα. ἐὰν δὲ συμβαίη ἀφικέσθαι ἐν τοῖς αὐτόθι τὸν παροικονόμον ἡμῶν, λαβὼν ἐξ οὗπερ τεταμίευται τόπου ἐπιδώσειεν αὐτό. Καλὴ δὲ ἡ παιδεία, ὦ δέσποτα, ἕως ἂν συνεργὸς εἴη πρὸς τὴν ὄντως ἀληθινὴν παιδείαν, ἀλλὰ μὴ κορυβαντιῶσα ἀπαιδεύτους διαδεικνύοι τοὺς μετόχους αὐτῆς. τοῦ δὲ ἀποστολικοῦ ῥητοῦ ἡ ἔννοια, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, οὕτως μοι δοκεῖ ἔχειν, τουτέστιν ὅτι ἐν τῇ προσληφθείσῃ ἐκ παρθένου σαρκὶ τοῦ λόγου, ἤτοι ἐν τῷ ναῷ, ᾧ ᾠκοδόμησεν ἑαυτῷ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· πᾶν τὸ πλήρωμα, φησίν, οὐ μέρος τι, καθὰ πεφρόνηται τοῖς τὴν ἀμερῆ μερίζουσι θεότητα. τὸ δὲ σωματικῶς ἤγουν οὐσιωδῶς· οὕτω γὰρ ἐξείληπται τοῖς πατράσιν κατὰ ἀντίθεσιν τῶν σχετικῶς φληναφούντων. τοιοῦτόν ἐστι καὶ τό, ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν· ἵνα γὰρ μὴ δόξειέν τις εἰς σάρκα τετράφθαι τὸν λόγον, ἐπήγαγεν, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. δῆλον δὲ ὅτι ἄλλο τὸ σκηνοῦν καὶ ἄλλο τὸ σκήνωμα, ἐν ᾧ ἡ σκήνωσις τοῦ σκηνοῦντος, ὥσθ' ἅμα μὲν εἶναι τὰ δύο, θεότητα καὶ ἀνθρωπότητα, ἐν τῷ ἑνὶ προσώπῳ Χριστοῦ. εἰ δέ σοι δοκεῖ ἄλλως ἔχειν, τῆς ὀπτικωτέρας καὶ ἀληθεστέρας θεωρίας μὴ ἀποστερήσειας ἡμᾶς τοὺς ὀλιγομαθεῖς, προσθείην δ' ἂν καὶ ἀτημελεῖς, κἂν ἄλλως αὐτὸς ἐξεθείασας τοῖς φιλικοῖς ἐπαίνοις. 503 {1Κατηχητικὴ πρὸς τοὺς ἑαυτοῦ μαθητάσ}1 Τῆς ἱερᾶς Τεσσαρακοστῆς ἤδη ἐπιούσης εὔκαιρον ἡγησάμην βραχέα φθέγξασθαι πρὸς ὑμᾶς, ὦ τέκνα ἠγαπημένα καὶ ἀδελφοὶ τιμιώτατοι, καίτοι γε ὑπὸ τοῦ ἀποστόλου παρακαλεῖν, ἐλέγχειν, ἐπιτιμᾶν εὐκαίρως ἀκαίρως προτρεπόμενος. νῦν δὲ ὁ τῆς νηστείας καιρὸς αὐτοδίδακτον ἔχει τὴν παράκλησιν, κατανύσσειν εἰδὼς καὶ τὸν ἀτεράμονα. ὑποδέξασθε οὖν, ἀδελφοί, ἄσμενοι τὰς ἱλαρίου ἡμέρας, ἕκαστος ἐν τῷ καταλύματι ᾧ ξενίζεται τὰ εἰωθότα κατὰ δύναμιν ἐπιτελῶν, ὡς ἂν διὰ τῆς ἡσυχίας καὶ μετριοτροφίας καθάρωμεν καρδίαν, πτερώσωμεν ψυχήν, πτερνίσωμεν πάθη· τοῦτο γὰρ ἡ νηστεία, τοῦτο ἡ ἡσυχία, τοῦτο ἡ ἐντολὴ ἐπιζητοῦσα, τοῦτο τὸ τῆς σωτηρίας ἡμῶν κεφάλαιον· ἐξ οὗ καὶ τὸ μετέχειν τῶν ἁγιασμάτων εἴη ἂν ἡμῖν εὐπρόσιτον,