327
πάππου, ἀλλ' ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο πράξεων. Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν ̔Ελλήνων κορυφαιότατοι ὑπὸ Παύλου τοῦ Αἰμιλίου μετῳκίσθησαν εἰς τὴν ̓Ιταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ανδρας ἀπῄτουν, ὡς δ' οὐκ ετυχον, καί τινες ἐκείνων τὴν οικαδε ἀπογνόντες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέκειντο καὶ πένθος δημόσιον ἐποιήσαντο, τοῖς τε τὰ ̔Ρωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο, μέχρις ου τοὺς περιλιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ 2.337 διενεχθέντες ἀλλήλοις οι τ' ἠδικημένοι καὶ οἱ τὰ ἀλλότρια εχοντες ἐπολέμησαν. ηρξαντο δὲ τῆς διαφορᾶς οἱ ̓Αχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν ̔Ρωμαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθησαν, ἀλλὰ πρὸς πόλεμον ωρμησαν, Κριτόλαον προστησάμενοι. δείσας ουν ὁ Μέτελλος μὴ καὶ τῆς Μακεδονίας αψωνται, ηδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλθον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο. Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ ̔Ελληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ οπλα κατέθεντο, οἱ δὲ καὶ ετι ἐστασίαζον τῷ ∆ιαίῳ τὰ πράγματα ἐπιτρέψαντες. α μαθόντες οἱ ἐν τῇ ̔Ρώμῃ ἐπ' αὐτοὺς τὸν Μόμμιον επεμψαν. ος τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου ειχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ ∆ιαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν ̓Αχαιῶν ηλθε χαράκωμα. ἀθροίσας δὲ δύναμιν ὁ ∆ίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ' οὐκ ἀντεξώρμησαν οἱ ̔Ρωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ον προῆλθεν. ἰδὼν ουν τοῦθ' ὁ Μόμμιος, τῶν ἱππέων τινὰς λάθρᾳ επεμψεν, ιν' ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν, ἐπήγαγε τὴν φάλαγγα κατὰ πρόσωπον, καὶ πολλοὺς ἐφόνευσεν. ἐκ δὲ τούτου ∆ίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέκτεινε, τῶν δ' ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἱ δ' αλλοι 2.338 οικαδε εφυγον. οθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ελαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς αλλους Ελληνας ἀπόνως προσεποιήσατο. καὶ τότε μὲν τά τε οπλα αὐτῶν καὶ οσα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ ει τι αλλο πρὸς κόσμον ειχον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ αλλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ αλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αυθις τινὲς πρὸς αὐτὴν οια μεγίστην συστῶσιν. ινα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις ̔Ελλήνων πραθῇ ὡς Κορίνθιος, συνεκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πως τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν αλλων ἐλευθερίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. επειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ ουτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο. Καὶ ἡ μὲν Κόρινθος ουτως ἀνάστατος γέγονε, τὸ δ' αλλο ̔Ελληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ χρημάτων ἐκλογαῖς ἐκακώθη, επειτα εν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ωστε λέγειν οτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν, οὐκ αν ἐσέσωντο. ̔Η μὲν ουν Καρχηδὼν η τε Κόρινθος αἱ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος αμα εσχον, χρόνῳ δὲ πολλῷ υστερον ἀποικίαν ̔Ρωμαίων λαβοῦσαι ηνθησαν αυθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν. Τὰ μὲν ουν μέχρι τοῦδε πεπραγμένα ̔Ρωμαίοις, 2.339 βίβλων τυχὼν τῶν πάλαι ταῦτα ἱστορησάντων ἀρχαίων ἀνδρῶν, ἐκεῖθεν ἐξείληφα κατ' ἐπιτομὴν καὶ τῷ συγγράμματι τούτῳ ἐντέθεικα, ἐπὶ δὲ τοῖς ἑξῆς α τοῖς ὑπάτοις καὶ τοῖς δικτάτωρσιν ἐπράχθη μέχρις αν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ