327
παράδειγμα μέν ἐστιν, οταν ἀντιπαραθῇ τις ομοιον ὁμοίῳ, οιον ἀλόγῳ λογικόν. η παράδειγμά ἐστι λόγος ἀπὸ τῶν καθ' εκαστα ἐπὶ τὰ καθόλου. η δεῖξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ ὁμοίου.† Παραίρημα. ἀφαίρημα. Παρεκτικόν. χορηγητικόν. †Παρθένιον. ονομα ορους.† Παρνήθιον. ορος. Παραιτόνιον. τόπος. Παρατήρημα. ἐπιτήρησις. Παράδοξον. θαυμαστόν. Παράλληλον. ἀκόλουθον, ἐξ ισου, ομοιον. Παραπέτασμα. τὸ διακονικὸν, τὸ παρακάλυμμα. pi.1514 Παρώνυμον. τὸ παρ' ονομα ποιηθέν. οιον θέων, τρύφων. καὶ τὸ ἐκ συμβεβηκότος καλούμενον. Παρήϊον. τὸ περὶ τὰς παρειὰς ον χαλινάριον. Παρθενεῖα. τὰ μοναστήρια. καὶ παρθενῶνες. καὶ παρθενοκομεῖα, τὰ ἐπιμελούμενα τῶν παρθένων. Παρίσθμια. τὰ περὶ τὸν φάρυγγα. διὰ τὸ περικεῖσθαι τῷ ἰσθμῷ. ἰσθμὸς δέ ἐστι τόπος στενὸς, δι' ου ιενται τὰ ἐσθιόμενα καὶ πινόμενα. η παρὰ τὸ ἰέναι τὴν πνοήν. λέγονται δὲ καὶ ἀντιάδες ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλων. Πάσχα. διάβασις ἑρμηνεύεται. πάσχα καὶ ἡ πρὸς τὸν ἀνθρώπινον τοῦ νοῦ λόγον διάβασις. Πατρῷον εδαφοσ. ἡ πατρῴα γῆ. Πατρότατον. προϋπάρχον. καὶ πατρότης ἐπὶ θηλυκοῦ. πατρότης κατὰ Πλάτωνα προΰπαρξις υἱότητος. ἡ δὲ ἐκκλησία συνύπαρκτον καὶ συνάναρχον λέγει τὸν υἱὸν τῷ πατρὶ πρὸ τῶν αἰώνων. ταῦτα καὶ τὰ τοιαῦτα καλῶς ὁ θεοφόρος Βασίλειος ἐπιστάμενος φησὶ πρὸς ̓Αμφιλόχιον. φύσις δὲ καὶ οὐσία ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν εν τι εστιν. εἰπὼν δὲ ὁ πατὴρ ἐν τοῖς ἐκκλησιαστικοῖς, ἐσήμανεν, οτι ἐν τοῖς ̔Ελληνικοῖς οὐχ εν τι οὐσία καὶ φύσις. διὰ τοῦτο καὶ Κλήμης, ὁ πολὺς ἐν φιλοσοφίᾳ καὶ γνώσει, πεποίηκεν ἰδιάζοντας ορους ἐκκλησιαστικῶν δογμάτων· καὶ φοιτητὴς καὶ θρέμμα γνήpi.1515 σιον ὑπάρχων τῶν ἁγίων ̓Αποστόλων Πέτρου καὶ Παύλου μάλιστα τοῦ πανσόφου καὶ ἀκούσας αὐτοῦ ἀποβαλλομένου καὶ μυσαττομένου καὶ καθυβρίζοντος τὴν ̔Ελληνικὴν φιλοσοφίαν. Παῦρα. ὀλίγα. παρὰ τὸ παύω ῥῆμα, παῦρος, ὁ ταχὺς καὶ δι' ὀλίγων ῥημάτων τοῦ παύεσθαι ἀφιστάμενος. η ὁ μὴ εχων μέχρι πολλοῦ διατελεῖν, ἀλλὰ ταχέως παυόμενος. Πάχετον. παχύτερον. κατὰ συγκοπὴν τοῦ υ καὶ τοῦ ρ. Παρ' ο. τὸ οσον δήποτε μικρόν. καὶ ὁ ̓Απόστολος· παρ' ο εὐηγγελισάμην ὑμῖν, ἀνάθεμα εστω. Παντελέσ. τὸ τέλειον. † ̓Απόστολος·† οθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους. ( ̔Ρῆμα.) Παίει. τύπτει. †Παίειν. τὸ τύπτειν καὶ τὸ ιστασθαι τῆς ὁρμῆς. παρ' ο καὶ παῦλα.† Παιανιζόντων. ὑμνούντων, ψαλλόντων. †Παιστέον. τὸ πρακτέον.† Παιφάσσειν. ἐνθουσιωδῶς ὁρμᾷν. εστι ῥῆμα φῶ καὶ δηλοῖ τὸ φαίνω. παράγωγον φάσω, καὶ pi.1516 κατὰ ἀναδιπλασιασμὸν παιφάσσειν, προσθέσει ὁμοίως τοῦ ˉι. Πάλλειν. ἀντὶ τοῦ κινεῖν. Παλάττω. μολύνω. Παλάσσετο. ἐμολύνετο. ἐβρέχετο. παλάσσω. τὸ δὲ πάλλω, ο σημαίνει τὸ βρέχω, γίνεται παρὰ τὸ αλλω. ἐν γὰρ τῇ βροχῇ αλλονται τὰ ἐκ τῆς γῆς υδατα. ὡσαύτως δὲ καὶ τὸ κινῶ. ἐκ δὲ τοῦ παλάσσω, τὸ μολύνω καὶ βρέχω, γίνεται πηλὸς, ἡ βεβρεγμένη γῆ. †Παλεύσει. ἀπατήσει.† Παλινδρομεῖν. εἰς τοὐπίσω ὑποστρέφειν. Παλισσυτῶ. εἰς τοὐπίσω ὁρμῶ. Παλιμπλαγχθέντασ. σημαίνει τὸ ἁπλῶς πλανηθέντας, γίνεται παρὰ τὸ πελάζω, τὸ πλανῶ καὶ ἀπατῶ, κατὰ συγκοπὴν πλάζω. εστι δὲ μετοχή. σημαίνει καὶ τὸ ἀποκρουσθέντας. Παλύνω. ὡς μὲν ̓Απίων, τὸ μολύνειν καὶ βρέχειν. αμεινον δὲ τὸ λευκαίνειν. παρὰ τὴν πάλην, ην οἱ ̓Αττικοὶ πασπάλην λέγουσι. σημαίνει δὲ τὸ λεπτομερέστατον τοῦ ἀλεύρου. Παλαίω. παρὰ τὸ πάλλω, τὸ σείω. Παμφαίνῃσιν. εχει τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. εστι δὲ ἐὰν παμφαίpi.1517 νω καὶ τὸ τρίτον ἐὰν παμφαίνῃ, κατ' εκτασιν τῆς σι συλλαβῆς παμφαίνῃσι μετὰ τοῦ ˉι. Παμφαλῶν. σημαίνει τὸ ἐπιφέρεσθαι καὶ περιβλέπεσθαι παντί. οιον· πόλλ' ἐπιπαμφαλόωντες. ειρηται παρὰ τὸ τὰ φάη ωδε κᾀκεῖσε αλλεσθαι. φαῶ καὶ παμφῶ καὶ πλεονασμῷ τοῦ ˉλ παμφαλῶ. Παρέδωκεν. ἀντὶ τοῦ συγκεχώρηκε καὶ ειασεν. ̓Απόστολος· παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν. Παραζηλοῦν. τὸ ἐρεθίζειν καὶ παραθήγειν καὶ κινεῖν εἰς ζηλοτυπίαν. ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ. τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον καὶ οιον εἰς ὀργήν με ἠρέθισαν