327
τῇ ἀῤῥήτῳ σοφίᾳ τὴν ἐπὶ πλεῖστον αὐτοῖς διανομίαν μηχανώ μενος. Καὶ ἐπὶ τῶν πεπηγότων ὑδάτων τὸ ἄπειρον τῶν φωστήρων ὁδεύειν προσέταξε πῦρ· ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἀλλήλοις· ἀλλ' ὅμως οὔτε τοῖς ὕδασι τὸ πῦρ κατασβέννυται, οὔτε τὸ πεπηγὸς ὕδωρ τῷ ἀπείρῳ πυρὶ κατατήκεται. ∆είκνυσι δὲ ταῦτα τοῦ Θεοῦ τὴν ἄῤῥητον δύναμιν. Πληθυντικῶς δὲ τοὺς οὐρανοὺς ὠνόμασεν, οὐ πολλοὺς τούτους εἰδὼς, ἀλλὰ τῇ Ἑβραίων ἀκολουθήσας φωνῇ· πληθυντικῶς γὰρ τούτους ἐκεῖνοι καλοῦσιν, ὡς ἡμεῖς Ἀθήνας, καὶ τὰς Θήβας. Ἀμέλει οὓς ἐνταῦθα οὐρανοὺς οὐρανῶν ἐκάλεσεν, ἑτέρωθι οὐρανὸν οὐρανοῦ προσηγόρευ σεν. "Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυ ρίῳ." εʹ. "Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶ πε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθη σαν." Ἄξιον γὰρ, φησὶν, ὑμνεῖν τὸν λόγῳ πάντα ταῦτα τεκτηνάμενον. 80.1989 ʹ. "Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρ ελεύσεται." Οὐ μόνον δὲ ἐδημιούργησεν, ἀλλὰ καὶ προμηθούμενος αὐτῶν διατελεῖ· ὅθεν καὶ τὸ διαρκὲς ἔχουσιν, ὡς ἂν αὐτὸς ἐθελήσῃ. Οὐδὲ γὰρ τοὺς ὑπ' αὐτοῦ τεθέντας ὅρους παραβῆναι δυνήσεται. Τὰ μὲν οὖν ἄψυχα, καὶ μέντοι καὶ τῶν ἄλλων τὰ γέ νη, τοὺς τεθέντας αἰσχύνεται νόμους· μόνη δὲ τῶν ἀνθρώπων ἡ φύσις, ἡ λόγῳ τετιμημένη, παραβαίνει τοὺς νόμους. Καὶ ἡ μὲν θάλασσα τοὺς ὅρους ἐπίστα ται, καὶ τὴν ψάμμον αἰσχύνεται, καὶ νὺξ καὶ ἡμέρα τὰ τεθέντα φυλάττουσι μέτρα· ἄνθρωποι δὲ τῶν θείων νόμων καταφρονοῦσιν. Οὕτω δὲ καὶ τὰ ἐπ ουράνια καὶ οὐράνια εἰς κοινωνίαν τῆς ὑμνῳδίας κα λέσας, εἰς τὴν γῆν μεταβαίνει τὴν κοινὴν τῶν ἀν θρώπων, καὶ τῶν ἀλόγων μητέρα. ζʹ. "Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς." Εἶτα κατὰ μέρος, ∆ράκοντες, καὶ πᾶσαι ἄβυσσοι. Μέρος τῆς γῆς ἡ θάλασσα, ἐν δὲ ταύτῃ τὰ κήτη. Ἀξιάγαστος δὲ τοῦ ∆ημιουργοῦ καὶ αὕτη ἡ πρόνοια, ὅτι τὰ ὑπερμε γέθη καὶ ὑπέρογκα ζῶα δημιουργήσας, τοῖς ἀπλώ τοις ἐγκαθεῖρξε πελάγεσι· δείξας μὲν τῇ δημιουργίᾳ, καὶ τῇ τούτων μνήμῃ δεδιττόμενος τοὺς ἀνθρώ πους, τῷ δὲ τὴν ἐντεῦθεν κωλύσαι λώβην κηρύττων τὴν ἀγαθότητα. ηʹ. "Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα κατ αιγίδος." Καὶ ταῦτα ἐξ ὑδάτων ἔχει τὴν ἀφορ μήν. Ἐν ἀέρι δὲ γίνεται καὶ χάλαζα, καὶ χιὼν, καὶ κρύσταλλος, καὶ τὰ σφοδρὰ πνεύματα. Ταῦτα γὰρ καταιγίδας ἐκάλεσε. Καὶ τὸ πῦρ δὲ ὡσαύτως οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν ἀέρι φαινόμενον ἔστιν ἰδεῖν. Καὶ γὰρ ἀστραπαὶ, καὶ κεραυνοὶ, καὶ πρηστῆρες, ἐξ ἀέρος ἐπιφέρονται. "Τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ." Καὶ ταῦτα δὲ, φησὶ, τοῖς αὐτοῦ νεύμασιν εἴκει, οὐχ ὡς ἔμψυχα καὶ λογικὰ, ἀλλ' ὡς ἑπόμενα τῷ βουλή ματι. Νεύοντος γὰρ τοῦ Θεοῦ τούτων ἕκαστον γί νεται. θʹ. "Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρπο φόρα, καὶ πᾶσαι κέδροι." Ἱκανὰ καὶ ταῦτα εἰς εὐχαριστίαν κινῆσαι ἡμῶν τὰς γλώττας. Οὐ γὰρ μό νον τὸ τούτων μέγεθος ἀξιάγαστον, ἀλλὰ καὶ ἡ ἐντεῦθεν φυομένη χρεία· πλείστη γὰρ καὶ παντο δαπή. ιʹ. "Τὰ θηρία, καὶ πάντα τὰ κτήνη." Κατὰ δι αίρεσιν καὶ ταῦτα. Οὐ γὰρ ἁπλῶς εἶπε τὰ τετράπο δα, ἀλλὰ διέκρινε τῶν ἡμέρων τὰ ἄγρια. Καὶ διὰ τούτων μέντοι, καὶ δι' ἐκείνων, κελεύει τὸν Ποιητὴν ἀνυμνεῖν. Οὐδὲν γὰρ περιττὸν καὶ ἀχάριστον, εἰ καὶ τὴν ἡμετέραν διαφεύγει γνῶσιν. "Ἑρπετὰ καὶ πετεινὰ πτερωτά." Τῇ μνήμῃ τῶν ἑρπετῶν καὶ τῶν νηκτῶν ἡ φύσις συνέζευκται· ἕρπει γὰρ ἐν τοῖς ὕδασιν. Οὕτω δὲ αὐτὰ καὶ ὁ Θεὸς προσηγόρευσεν. 80.1992 "Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὰ πετεινὰ πετόμενα κατὰ τὸ στερέω μα τοῦ οὐρανοῦ." Μετὰ ταῦτα πάντα τὸν διὰ πάν των ὑμνοῦντα καλεῖ· μετὰ πάντα γὰρ τῆς θείας ἠξιώθη δημιουργίας ὁ ἄνθρωπος. Καὶ τοῦτον δὲ κατὰ συμμορίας ἀγείρει· πρῶτον δὲ τὸν τῶν βασιλέων εἰσάγει χορὸν, εἶτα τῶν ὑπηκόων τοὺς δήμους, καί φησιν· ιαʹ. "Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί." Οὐκ ἀποστερεῖ δὲ τῆς ὑμνῳδίας, οὔτε τοὺς δευτέρους ἄρ χοντας, οὔτε τοὺς μετὰ τούτους κριτὰς, ἀλλὰ καὶ τού τους τῆς ἐντεῦθεν μεταδίδωσιν ὠφελείας. "Ἄρχοντες, καὶ πάντες κριταὶ γῆς." Καὶ ἡλικίαν δὲ ἑκάστην, καὶ γένος ἑκάτερον, τό τε ἄρσεν καὶ τὸ θῆλυ, τοῦτο κε λεύει ποιεῖν· καὶ πρώτους μὲν καὶ