327
μᾶλλον δὲ ζωῆς αἰωνίου ἐφόδιον. ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, ἤγουν μὴ καθαρῶς ὅσον ἐνδέχεται τῇ ταπεινῇ ἡμῶν φύσει, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. ∆ιὰ τοῦτο ἀγωνιστέον, ἀδελφοί μου, καὶ ἀπὸ ἐπιθυμίας ἐκτόπου καὶ ἀπὸ φθόνου κατεσθίοντος ψυχὴν καὶ ἀπὸ φιλαργυρίας βυθιζούσης νοῦν καὶ ἀπὸ ἀκηδίας σκοτιζούσης ὀφθαλμὸν ψυχῆς καθαροὺς ἑαυτοὺς διατηρεῖν, προσδεχομένους ἀεὶ τὴν τοῦ σώματος ἔξοδον, ἐφ' ᾧ τήκεται τὰ πάθη καὶ νευροῦται ψυχή. κλείετε τὰς εἰσόδους τῶν παθῶν, φεύγετε τοὺς τῶν πτωμάτων τόπους, φεύγετε τὰς γυναικείας ὁμιλίας καὶ συνδιαιτήσεις· πῶς γὰρ ἂν καὶ μὴ φλεχθείη καρδία, μᾶλλον δὲ ἐμπυρισθείη, λόγους διδοῦσα καὶ λαμβάνουσα μετὰ παρθένου, μετὰ ψαλλούσης, μεθ' οἱασδήποτε γυναικός; πῶς, φησί, θεολογικῶς εἰπεῖν, σώσει ἡ ἀλλοτρία ὃν ἀπώλεσεν ἡ ἰδία; κἂν γὰρ πρακτικῶς δόξειέν τις φυλάττεσθαι, ἀλλά γε καρδιακῶς ἀμοίχευτος οὐ διασωθῇ κατὰ τὴν ἀπόφασιν τοῦ Κυρίου. Ὁ διωγμὸς οὖν οὐ δι' ἀπώλειαν, ἀλλὰ διὰ σωτηρίαν, οὐδὲ τοσαύτη ἀνάγκη κατεπείγουσα εἰς τὸ συνδιαιτᾶσθαι γυναικί, καθὼς ἐν τοῖς πατράσι τὸ περιστατικὸν ἠνάγκασεν ὑπὸ παρθένῳ τὸν ἀοίδιμον Ἀθανάσιον ἑπταετῆσαι ἢ τόνδε καὶ τόνδε τὸν ἅγιον ὑπὸ γυναικὸς ἐξυπηρετηθῆναι. ἀλλὰ νῦν καὶ πόλεις καὶ χῶραι τὸ ἐλευθέριον ἔχουσι τῆς ἀσυνδυάστῳ τρόπῳ γυναιξὶ ξενίας. σὺ δέ, δῆθεν ὁμολογίας καὶ διωγμοῦ τοῦ ὑπὲρ Χριστοῦ, κατὰ τοῦ Χριστοῦ κινούμενος οὐκ ἐπαισθάνῃ γυναιξὶ πυκνῶς ὁμιλῶν, συμψάλλων ἴσως, τάχα δὲ καὶ συνεσθίων ἢ καὶ συνοικῶν, ἐσθίων τὴν ὄψιν τῆς συνοίκου καὶ ἐσθιόμενος ὑπὸ τῆσδε ὀλεθρίως; φύγετε ὡς ἀπὸ πυρὸς καὶ οἱ ἄνδρες ἀπὸ γυναικῶν καὶ αἱ γυναῖκες ἀπὸ τῶν ἀνδρῶν, εἰ δὲ καὶ σύμβασιν δεῖ γενέσθαι, τοσοῦτον, ὅσον ἡ ἀνάγκη καὶ ἡ χρεία ἀπαιτοίη, διαδιδράσκοντες καὶ τὸ τιθέναι σκάνδαλον ἄλλοις. ἱνατί γὰρ ἡ ἐλευθερία μου, φησί, κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; καί, εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Ἀσκανδαλίστως οὖν πολιτεύεσθε, ὦ τέκνα, καὶ ἀποσκόπως καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, καθὼς γέγραπται, ἐπινοοῦντες καὶ τὸ ἄδηλον τοῦ θανάτου. ἤδη παρῆλθεν καὶ ὁ ἀδελφὸς Σίλας, καὶ πρό γε τούτου ὁ ἀββᾶς Θεόσωστος καί γε ὁ ἀδελφὸς Προκόπιος, καὶ οὐδεὶς ἐπιμενεῖ. καὶ μακάριος ὁ συνιῶν ἀκαταγνώστως παρελθεῖν τὸν τῇδε βίον. προσεύχεσθε περὶ ἡμῶν τῶν ταπεινῶν ἀνεπιλήστως ἵνα σῳζοίμεθα. 504 {1∆ημητρίῳ ὑπάτῳ}1 Ἡ ἀπουσία τοῦ σώματος τίνα ἄλλην εὕροι παραμυθίαν ἢ τὴν διὰ τοῦ γράμματος συνάφειαν; ταύτῃ τοιγαροῦν, ὦ φίλων ἄριστε, συν απτόμεθά σου τῇ ἀγάπῃ οἱ ταπεινοὶ τὸ παρόν, προσπτυσσόμενοί σε τῷ πνεύματι καὶ γνωρίζοντες ὅτι οὐχὶ ἡ ἀπουσία διέζευξεν τὴν ἀγάπην, ἀλλὰ καὶ μᾶλλον ἐκκαλεῖται αὐτὴν διψῶσαν τὸ φίλτρον, καθάπερ οἱ διψαλέως ἔχοντες ἐπιτρέχουσι πρὸς τὰς πηγὰς τῶν ὑδάτων. Ἀλλὰ τὸ μὲν τῆς ἀγάπης δεικτικὸν τοσοῦτον. πῶς δὲ αὐτὸς διατελοίης ἐν τῇ πιστευθείσῃ σοι παρὰ τῶν βασιλέων ἀρχῇ ἀγνοοῦμεν, μᾶλλον δὲ καὶ ἐμμερίμνως ἔχομεν, ἐπειδὴ καὶ μανθάνομεν τῇ προτέρᾳ ἀρχῇ ἑτέραν ἐπιτεθῆναί σοι, οὐκ ἐθέλοντι, ἀλλὰ προστάσσοντος τοῦ κρατοῦντος, καὶ ὅτι, πορρωτέρω τῆς προτέρας οὖσαν, ἐγγίζει τοῖς βαρβάροις· ἐφ' ᾧ καὶ δέος ἐσχηκέναι τὴν τιμίαν σου ψυχήν, ὥς φασι, μήτε ἐθέλουσαν μήτε ἐξηρτυμένην εἰς τὸ φορεῖν μάχαιραν καὶ πολεμεῖν καὶ πολεμεῖσθαι. ταῦτα ἅπαντα συνεκίνησεν καὶ ἡμᾶς δεήσεις καὶ προσευχὰς ποιεῖσθαι ὑπὲρ τοῦ ἀπήμονά σε φυλάττεσθαι ἐν ἀμφοτέραις ταῖς ἀρχαῖς· καί γε πιστεύομεν διατηρεῖσθαί σε σῶον, ἔχοντα πρὸ ὀφθαλμῶν τὸν φόβον τοῦ θεοῦ καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενον βοήθειαν. οὗ γὰρ θεὸς ἐπίκουρος, ἐκεῖ ἐκποδὼν πᾶν κακὸν γίνοιτο· παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου, φησί, κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Τοιοῦτος οὖν ἔσο καὶ αὐτός, δέσποτα ἡμῶν ἐπιπόθητε, διὰ τῆς εὐσεβείας σου καὶ ἀγαθοεργίας, ὑπὸ τοῦ φύλακος τῆς ζωῆς σου