328
τῷ μεγάλῳ δὲ δουκὶ ἥ τε μάχη φοβερὰ ἐδόκει, καὶ τὸ διατρίβειν ἐν Θεσσαλονίκῃ χρόνον πολὺν διὰ τὸ τῶν ἀναλωμάτων, ὧν ἐδεῖτο, πλῆθος οὐκ ἀνεκτὸν, καὶ τὸ μηδὲν ὅλως δοκοῦντας ἄξιον λόγου πεπραχότας ἀναστρέφειν αἴσχιστον. ἐβούλετο δὲ μάλιστα τό,τε διακινδυνεύειν πρὸς βασιλέα παραιτεῖσθαι, καὶ πρόσχημά τι εὐδοξίας ἔχοντα ἐπανελθεῖν. Μονομάχος δὲ τῆς αὐτοῦ διανοίας καταστοχασάμενος καλῶς, ἤρετο, εἰ καὶ 2.381 αὐτὸς αὐτοῖς βούλοιτο συνεῖναι καὶ στρατηγεῖν· τοῦ δὲ ἀπειπαμένου, «οὐκοῦν» ἔφασκεν «εἰ καὶ σοὶ συνδοκεῖ, τὴν στρατιὰν ἔχων αὐτὸς, ἐλευσόμεθα ἄχρι Βεῤῥοίας, καὶ μήτε στρατοπεδευσάμενοι ἐγγὺς, μήτε τῶν ἵππων ἀποβάντες, ἀλλὰ μικρὸν ἐνδιατρίψαντες, τάχιστα ἀναχωρήσομεν. οὕτω γὰρ τήν τε μάχην ἡμῖν ἐκκλίνειν περιέσται, οὐ γὰρ ἀρκέσει γε ὁ χρόνος τοῖς πολεμίοις παρασκευασαμένοις ἐπιέναι, τήν τε ἀδοξίαν ἀποτρίβεσθαι, τοῖς πολεμίοις ἐπελθοῦσι καὶ ποιήσασι τειχήρεις.» οὕτω μὲν οὖν ὁ Μονομάχος εἶπεν· ἀρίστη δὲ τῷ μεγάλῳ δουκὶ ἐφαίνετο ἡ γνώμη καὶ ἐπεψηφίζετο αὐτίκα καὶ ἐχειροτονεῖτο ὁ Μονομάχος ἐπὶ πᾶσι στρατηγός. ὃς τήν τε πεζὴν ἅμα καὶ τὴν ἱππικὴν Ῥωμαίων ἔχων δύναμιν, ἐγγὺς τειχῶν ἐγένετο Βεῤῥοίας, ὅσον μὴ ἀπὸ τοῦ τείχους βάλλεσθαι. τὸ Περσικὸν δὲ διεσκέδαστο ἐπὶ λεηλασίαν καὶ ἐν ἡμέρᾳ μιᾷ τὴν περὶ Βέῤῥοιαν ἅπασαν ἐπῆλθε γῆν καὶ τὰ μέγιστα ἐκάκωσεν. ἀνθρώπους τε γὰρ ἠνδραποδίσαντο καὶ ἀπέκτειναν πολλοὺς καὶ βοσκημάτων ἤλασαν ἀγέλας καὶ οἰκίας ἐνέπρησαν τὰς ἐπὶ τὰς κώμας καὶ τῶν ἄλλων, ὅσα προσήκει πολεμίους, οὐδενὸς ἠμέλουν. βασιλεὺς δὲ ἐκ Βεῤῥοίας πρὸς Μονομάχον πέμψας πρεσβευτὴν, πολλὴν αὐτῶν ἀγνωμοσύνην κατηγόρει, ὅτι τοσαύτην ἄγοντες Ῥωμαίων στρατιὰν καὶ καθ' ἑαυτὴν δυναμένην ἀντιτάττεσθαι αὐτῷ, οἱ δ' ὥσπερ οὐκ ἐκείνης ἐξαρκούσης πρὸς τὸν πόλεμον, ἐπήγαγον αὐτῷ καὶ τοὺς βαρβάρους, ἵνα μᾶλλον τὰ Ῥωμαίων διαφθεί 2.382 ρωσιν. ἐκεῖνο μέντοι χρὴ σκοπεῖν, ὅπως μηδεμίαν αὐτῷ μέμψιν ὕστερον ἐπάγωσιν, ἂν τοῖς παρ' αὐτῶν ἠργμένοις τέλος ἐπιθήσειεν αὐτός. ἐπηγγέλλετό τε παρεσκευασμένος εἶναι πρὸς τὴν μάχην, ἢν μόνον ἡ προθεσμία ἥξει. ὁ δ' ἀπεκρίνατο, παρ' αὐτῷ εἶναι πράττειν, ὅσα ἂν δοκῇ λυσιτελεῖν, ὥσπερ δῆτα καὶ αὐτοὶ ποιοῦσιν. ἄχρι δὲ μέσης ἡμέρας ἐκεῖ περιμείνας, ἱστάμενος πρὸ τῶν τειχῶν, ἀναστρέψας ἤλαυνεν ὀπίσω τῆς ἡμέρας τὸ λοιπόν. νυκτὸς δὲ ἐπιγενομένης, ηὐλίσαντο, ἅμα προσδεχόμενοι καὶ τοὺς βαρβάρους, ἀναστρέφοντας ἀπὸ τῆς λείας. καὶ ἐς τὴν ὑστεραίαν τὸν ἐν Πύδνῃ πύργον εἷλον ἐξ ἐφόδου φρουρὰν ἐκ βασιλέως ἔχοντα. ἐν οἷς καὶ ἐκ τῶν βασιλέως οἰκετῶν ὁ Πεπαγωμένος ἦν Θεόδωρος, ὃν γυμνὸν καὶ τετραυματισμένον ὕπαιθρον δήσαντες ἐν μέσῳ θέρει, τοῦ μεγάλου δουκὸς οὕτω προστεταχότος, ἐπεὶ ὑπὸ τοῦ ἄγαν ἐκτηκόμενος φλογμοῦ ὕδωρ ᾔτει δίψει κατεχόμενος ἀσχέτῳ, ὁ μέγας δοὺξ ἐκέλευε διδόναι, εἰ τὸν δεσπότην ἐπὶ πάντων ἀτιμάσειεν. ὁ δ' εἵλετο μᾶλλον ἀποθνήσκειν, ἢ παροινεῖν εἰς βασιλέα. Μονομάχος δὲ ἐπανήκων, ἄλλα τε ἐπήγγελλε μεγάλῳ δουκὶ, καὶ ὡς Καντακουζηνὸς αὐτῷ πρὸ τῶν τειχῶν Βεῤῥοίας ἱσταμένῳ πέμψειε μηνύσας, ὀνειδίζων ἄλλα τε καὶ ὅτι Πέρσας ἀγάγοιμεν συμμάχους ἐπ' αὐτόν· ἠπείλησέ τε τέλος αὐτὸς ἐπιθήσειν τοῖς ἠργμέ 2.383 νοις ὑφ' ἡμῶν. ἃ σκέπτεσθαι προσῆκον· οὐ μάτην γὰρ αὐτῷ ᾐνίχθαι τὰ τοιαῦτα· σκεπτομένοις δὲ οὐδὲν ἕτερον ἐκ τῶν λόγων ἀνεφαίνετο, ἢ ὡς βούλοιτο καὶ αὐτὸς ἐπὶ συμμαχίᾳ Ἀμοὺρ τὸν φίλον καλεῖν καὶ διὰ τοῦτο τὰ τοιαῦτα προειπεῖν, ἵν' ὕστερον ἔχῃ δήπου καταφυγὴν, εἴ τις αἰτιῷτο τῆς ἐπὶ τοὺς ὁμοφύλους τῶν βαρβάρων ἐπαγωγῆς, ὡς αὐτῶν προτέρων τούτοις ἐπ' ἐκείνων χρησαμένων. οὗ δὴ ἕνεκα ἐδόκει δεῖν τριήρεις πέμψαντας τὴν θάλασσαν φρουρεῖν παραπλεούσας, ἀπέστησαν γὰρ καὶ οἱ ἐν Πλαταμῶνι βασιλέως, δείσαντες μὴ ὑπὸ μεγάλου δουκὸς ἁλῶσι στόλῳ ἐπελθόντος, ἵνα μὴ ἐξῇ Καντακουζηνῷ πρεσβείαν πέμπειν πρὸς Ἀμούρ. καὶ ἐτελεῖτο κατὰ τὰ βεβουλευμένα. ξγʹ. Βασιλεὺς δὲ ἐπεὶ πύθοιτο τὰς τριήρεις παραπλεούσας, Πρίγγυπί τινι ὠνομασμένῳ τὴν πρὸς Ἀμοὺρ πρεσβείαν ἀναθεὶς, μηδενὸς ἑτέρου συνειδότος,