328
̔Ρώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς η καταφρονήσει η ῥᾳθυμίᾳ η οκνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οιον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λείποντα παρεώραται, οὐδ' ἡμιτελὲς ἑκὼν τὸ πόνημα καταλέλοιπα, ἀλλ' ἀπορίᾳ βίβλων αιπερ αὐτὰ διεξίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας, μὴ εὑρηκότι δ' ομως, οὐκ οιδα ειθ' οτι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, ειθ' οτι μὴ φροντιστικώτερον τὴν τούτων ισως ζήτησιν ἐποιήσαντο οις αὐτὴν ἀνεθέμην, αὐτὸς ὑπερόριος ων καὶ πόρρω τοῦ αστεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. οτι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν οσον ἐπὶ τοῖς τῶν ὑπάτων εργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γεγένηται. παρελθὼν ουν αὐτὰ καὶ ακων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγησάμενος, ιν' οθεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας η καὶ δημοκρατίας οἱ ̔Ρωμαῖοι μετηνέχθησαν δῆλον ειη τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, αμα τε πρὸς τούτῳ καὶ ἀκολουθίας εχοιτο ἡ γραφή. 2.340 ΒΙΒΛΟΣ ∆ΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. Η ΜΕΝ ΠΡΟΤΕΡΑ ΒΙΒΛΟΣ ΠΕΡΙΕΧΕΙ ΤΑ ΕΒΡΑΙΚΑ ΚΑΙ ΤΑ ΤΗΣ ΡΩΜΗΣ ΚΑΙ ΤΑ ΤΩΝ ΥΠΑΤΕΙΩΝ, ΑΥΤΗ ∆Ε ΤΑΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΙΣΤΟΡΙΑΣ. ̓Εξ ἀρχῆς μὲν ουν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προϊστόρηται, βασιλεῦσιν ἡ τῶν ̔Ρωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύσεως, εκτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπάτοις τε καὶ χιλιάρχοις, ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολιτείαις τὰ ̔Ρωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαΐου ̓Ιουλίου τοῦ Καίσαρος. υἱὸς δὲ ην ὁ Πομπήιος Στράβωνος, ἑνὸς τῶν ἐπισήμων ̔Ρωμαίων καὶ στρατηγίας ἠξιωμένου, τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. ηδη γὰρ ἐνόσει ̔Ρωμαίοις τὰ πράγματα, καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον αρχοντες, ἀλλ' οὐ νομίμως αρχειν ἐβούλοντο. ὁ μὲν ουν πατὴρ αὐτοῦ Στράβων διὰ φιλοχρηματίαν ὑπὸ ̔Ρωμαίων μεμίσητο, ὁ δὲ Πομπήιος ἐφιλεῖτο διά τε πίστιν ηθους καὶ τὸ εὐέντευκτον καὶ 2.341 τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν οπλοις ασκησιν. καὶ τοσοῦτον ην τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος, ἐπεί τε μὴ ην ἐμφανὴς λόγου διαδοθέντος οτι ἀνῄρηται παρὰ Κίννα, ωρμησαν κατ' αὐτοῦ οἱ μισοῦντες καὶ αλλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν. Ουτω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα διεδέξατο, ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλα δ' ἀντικαθισταμένου τῷ Κάρβωνι, τούτῳ προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν αν τινος χάριτος πρὸς ἐκεῖνον κατήρξατο. ην μὲν ουν τότε εικοσι καὶ τρία γεγονὼς ετη, καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν, καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώσαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ προσχωρούσας ἐδέχετο. ειτ' αυθις Σκιπίωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύησαν, ὁ δὲ Σκιπίων εφυγε. καὶ Κάρβωνος δὲ ἱππέων ιλας συχνὰς πέμψαντος κατ' αὐτοῦ, καὶ ταύτας ἐτρέψατο, ὡς δι' ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. ουτω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ιππου καὶ προσαγορευθεὶς αὐτοκράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτοκράτορα τὸν Πομπήιον. καὶ ταλλα δὲ ταῖς πρώταις φιλοφροσύναις συνέβαινεν· ὑπεξανίστατο γὰρ προσιόντι τῷ Πομπηίῳ καὶ αλλα πρὸς τιμὴν ἐκείνου ἐποίει α πρὸς αλλους οὐκ ωπτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ' 2.342 ἐκράτησε τῆς ̓Ιταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνηγορεύθη, τοὺς μὲν αλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ' ἀρχὰς καθιστῶν, Πομπήιον δὲ οἰκειώσασθαι εσπευσεν ἑαυτῷ· καὶ πείθει αὐτὸν τὴν γαμετὴν ην ειχεν