328
εἰδωλολατροῦντες. Παραπαίοντεσ. ληροῦντες, παραφρονοῦντες. Παρωθοῦντεσ. ἐκβάλλοντες. Παρωσάμενοσ. ἀπειθήσας. η ἀποδιώξας. Παροισθέντι. ἀντὶ τοῦ παρενεχθέντι. Παρεζόμενοσ. παρακαθήμενος. Παρῆσθαι. καθέζεσθαι. pi.1518 Παραβληθησόμενοσ. συγκριθησόμενος. Παρασυνεβλήθην. ὡμοιώθην. Παρῳχηκότων. ἀντὶ τοῦ παρελθόντων, παρεληλυθότων. Παρακεκλημένοι. ἀντὶ τοῦ παρακληθέντες. Παραῤῥυείσ. ἀντὶ τοῦ παρασυρείς. Παραῤῥυῶμεν. ἐκπέσωμεν. Παρακεκομμένοσ. ἐξεστηκὼς, μαινόμενος. Παρειμένασ. παραλελυμένας. Παροιστρήσαντεσ. ἁμαρτήσαντες. Παροιστρῶσα. οιστρῳ μαινομένη. Παρεωραμένη. καταφρονηθεῖσα. Παραθήγειν. ἀκονᾷν, διεγείρειν. Παρῆκεν. ειασε, κατέλειψε. Παρίημι. καταλιμπάνω. Παρεγγυᾷ. παραγγέλλει. Παροξύνει. προτρέπεται. Παρείθη. εἰάθη. Παριππεύσασ. παραδραμών. παρίππευσε χρόνος πολύς. Παραπικραίνειν. παροξύνειν, παροργίζειν. Παρῃωρεῖτο. ἐκρεμᾶτο. παρῃώρητο δὲ ˉη. pi.1519 Παρῳδήκει. εξω τῶν γεγραμμένων ειπε. Παρήκασι. παρῆλθον. παρείκασι δὲ ἀντὶ τοῦ παρέπεμψαν, δίφθογγον. Παρείκοι. ἁρμόζοι. ἐκ τοῦ παρείκοντος. Παρενείρειν. συνεισπλέκειν. συνεισβάλλειν. Παραθέει. παρατρέχει. Παραμείψασ. παραλλάξας. Παρατροχᾶσαι. ἀντὶ τοῦ παραδραμεῖν. Παρασπονδήσασ. τὰς συνθήκας παραβάς. Παρατάσσεται. πολεμεῖ, ὁπλίζεται. Παρεγγυᾶται. διδάσκει. ἐντέλλεται. Παραβαλεῖσ. πλησιάσεις, η παραθήσεις. Παρευημερηθείσ. παροραθείς. pi.1520 Παράτεινον. ἐξάπλωσον. πλάτυνον. Παροχετεύει. οταν ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ετερον ἐμβάλῃ. Παραγράφεται. ἐπιζημιοῖ. ἐξουθενεῖ. Παραγράψεται. οὐ παραδέξεται. Παραιτεῖται. ἀποβάλλεται. Παραιτοῦμαί σε, καὶ παρῃτήσατο αὐτὸν, καὶ παρῃτήσατο τὸ πρᾶγμα δὲ, οὐ δεῖ λέγειν. ἀλλ' οιον· οτι παραιτοῦμαί σε συγγνώμην εχειν, καὶ παραιτοῦμαί σε μὴ χαλεπαίνειν. Ξενοφῶν· τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι ειναι. λέγουσι δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι. pi.1521 Παραιτεῖσθαι. οὐχ ευρηται ῥῆμα ἐν χρήσει ἐπὶ τοῦ ἀρνεῖσθαι, καὶ ἀποβάλλεσθαι καὶ μὴ δέχεσθαι, ἀλλ' ἐπὶ τοῦ αἰτεῖν. ὡς παρὰ Μενάνδρῳ· παραιτοῦμαί σε συγγνώμην εχειν. ὡς περιττὴν ειναι τὴν πρόθεσιν, ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ ευδω δηλοῖ· σπανίως δὲ εὑρίσκεται καὶ ἐπὶ τοῦ σημαίνοντος τοῦ ἐν τῇ συνηθείᾳ. Παρατρύζει. παραφωνεῖ. ειληπται δὲ ἡ λέξις ἐπὶ ὀρνέων, οταν τοῖς οἰκείοις νεοττοῖς γοερῶς προσφωνοῦσι. Παραγκωνίσασθαι. ἀπώσασθαι. Παραπεπήγασιν. ἐγγίζουσιν, παρομοιοῦνται. pi.1522 Παραθεωρήσω. παρεξέλθω εἰς ἑτέραν θεωρίαν. Παρακατέλεκτο. παρεκοιμήθη. Παρευδοκιμῶ. εἰς δόξαν ὑπερβαίνω. Παρελάσασ. παραδραμών. Παρελέξατο. ἐκοιμήθη. Παρεληλυθώσ. παρελθὼν, παροδεύσας. Παρέλκοντεσ. παρατείνοντες καὶ σύροντες. καὶ παρέλκον ἀντὶ τοῦ περιττὸν η παρατεῖνον καὶ σῦρον. Παρελογίσατο. ἠπάτησεν η ἐκράτησεν. Παρενοχλεῖν. παροξύνειν. Παρεῖναι. παρυπάρχειν. παρῆναι δὲ ἀντὶ τοῦ σουβλισθῆναι, ˉη. pi.1523 Παῤῥησιάσομαι. αδειαν καὶ ἐξουσίαν λάβω. Παριαύων. παρακοιμώμενος. Παρίημι. καταλιμπάνω. Παριόντων. παρερχομένων. Παρομαρτήσασ. ἐξακολουθήσας. Παραδειγματίζω. παρομοιῶ. Παρεισελθεῖν. τὸ μετ' αλλου πλαγιάσαντα συνεισελθεῖν. ὁ ̓Απόστολος· παρεισῆλθεν ὁ νόμος. ἐλθεῖν τῇ γυμνῇ τῇ παρουσίᾳ χρήσασθαι. Παραιτείσθω. παρῃτήσθω δὲ ˉη. Παραμυθοῦμαι. ἀντὶ τοῦ παραινῶ καὶ συμβουλεύω. καὶ δ' αν τοῖς αλλοις αν ἐγὼ παραμυθησαίμην. Παρατρωπῶσι. παρατρέπουσι. πείθουσι. τρέπω, τρωπῶ. Παραμέμβλωκεν. παραμεμένηκε. πάρεστι. προθυμεῖται. ἐκ τοῦ μέλω, μεμέληκα καὶ μεμέλωκα, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β μέμβλωκα. Παπῶ. ψηλαφῶ. παπῶ, παπᾷς, δευτέρα συζυγία †τῶν περισπωμένων.† τὸν ἁπαλῇ τε χειρὶ παπήσαντα. ἀπὸ τοῦ ἁφῶ, τὸ ψηλαφῶ. ἁφῶ ουν, φαφῶ καὶ τροπῇ τῶν στοιχείων παπῶ. Πασχητιᾷ. θέλει πάσχειν. Πάσχειν, πράττειν, θεωρεῖν, διαφέρει. πάpi.1524 σχειν τὸ ἐν ἑαυτῷ εχειν τὴν αἰτίαν τοῦ πάσχειν· πράττειν δὲ, ἐφ' ων οὐ διαμένει τὸ τέλος ηγουν τὸ ἀποτέλεσμα, ὡς ἀπὸ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς· τὸ δὲ θεωρεῖν ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν,