328
πρώτας τοὺς τελείαν ἄγοντας τὴν ἡλικίαν. ιβʹ. "Νεανίσκοι καὶ παρθένοι." Εἶτα ἑκάτερον ἄκρον, "Πρεσβύτεροι μετὰ νεωτέρων αἰνεσάτω σαν τὸ ὄνομα Κυρίου." Καὶ ἡ ἄωρος, φησὶν, καὶ ἔξωρος ἡλικία τὸν Θεὸν ἀνυμνείτω. ιγʹ. "Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου." Ἔσβεσται γὰρ ἡ μνήμη τῶν ψευδωνύμων θεῶν, καὶ μόνου τοῦ ὄντος Θεοῦ σεπτὸν τὸ ὄνομα πέφηνεν. ιδʹ. "Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρα νοῦ." Οὐκ ἔτι γὰρ αὐτὸν μόνον ὑμνεῖ τὰ ἐπουρά νια, ἀλλ' "Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον· ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." -"Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ." Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν. Κέρας γὰρ τὴν ἰσχὺν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασ φόρων ζώων, ἃ τὴν ἰσχὺν ἔχειν ἐν ἐκείνοις σεμνύνε ται. "Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ." Οὐ μόνον γὰρ ἰσχυροὺς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ ἀοιδίμους παρὰ πᾶσι ποιεῖ. "Τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ." Ταύτης δὲ τῆς εὐκλείας καὶ ὁ Ἰσραὴλ ἀπήλαυσεν, ἡνίκα ἐπέλαζε τῷ Θεῷ· μετέβη δὲ νῦν μετὰ τῆς εὐσεβείας ἡ περιφάνεια, καὶ οἱ μὲν ἐγυμνώθησαν ταύτης, τὰ δὲ ἔθνη ταῖς θείαις ἀγάλ λεται δωρεαῖς.
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΘʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Τοῦτον προσφέ ρειν τὸν ὕμνον παρακελεύονται
οἱ μετὰ τὴν ἐπάν οδον τὰ πολλὰ ἔθνη ἐκεῖνα διὰ τῆς θείας νενικηκότες ῥοπῆς. Ἔχει δὲ πρόῤῥησιν καὶ τῶν ὑπὸ τῶν Μακ καβαίων κατορθωθέντων. βʹ. "Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων." Οὐ γὰρ τῶν παρανόμων, ἀλλὰ τῶν ὁσίων ἴδιον τὸν Θεὸν ἀνυμνεῖν. 80.1993 γʹ. "Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐ τὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν." Πάντων μὲν Θεὸς ὁ τῶν ὅλων Θεὸς, ἰδίως δὲ τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε βασιλεύς. Αὐτίκα τοίνυν τὴν ἀχαριστίαν νενοσηκότων, καὶ ἕτερον αὐ τοῖς αἰτησάντων βασιλέα γενέσθαι, φησὶ πρὸς τὸν Σαμουὴλ ὁ Θεὸς, "Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ' ἐμὲ, τοῦ μὴ βασιλεύειν αὐτῶν." δʹ. "Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ." ∆ιὰ παντὸς ὀργάνου, φησὶ, κατὰ τὸν νόμον τὸν ἡμέτερον ὑμνήσωμεν τὸν εὐεργέτην. εʹ. "Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ." Πολ λῆς ἡμᾶς, φησὶ, φιλανθρωπίας ἠξίωσε, καὶ τὴν οἰκείαν ἡμῖν ἔδειξεν ἀγαθότητα. "Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ." Τοὺς δὲ ἐρήμους βοηθείας, καὶ τρόποις ἀγαθοῖς κεχρημένους, ὑψηλοὺς ἀποφανεῖ καὶ περιβλέπτους. ʹ. "Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιά σονται ἐπὶ τῶν κοιτῶν αὑτῶν." Καὶ οἱ τὸ δίκαιον τιμῶντες, ἐν εὐκλείᾳ γενήσονται, πολλῆς ἀπολαύον τες ἀναπαύλης. Κοίτην γὰρ τὴν ἀνάπαυλαν ἐκά λεσεν· ἀναπαύλης γὰρ ἡ κλίνη σημαντική. ζʹ. "Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν." ∆ιηνεκῶς δὲ τὰς θείας εὐεργεσίας κηρύττουσι, τὸν τούτων αἴτιον ἀνυμνοῦντες. "Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. [ηʹ.] Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς." Οὐκ ἐναντίον τῇ ἀναπαύλῃ τὸ ἐν πολέ μοις νικᾷν. Πάσης γὰρ ἀναπαύλης τὸ νικᾷν θυμηρέ στερον. Προλέγει μέντοι διὰ τούτων τὴν τῶν Μακκα βαίων ἀνδρίαν, ᾗ χρησάμενοι, καὶ τοὺς πλησιοχώρους ἐχειρώσαντο, καὶ τοὺς Μακεδόνας κατηγωνίσαντο. θʹ. "Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς." Πολλὰ τοιαῦτα ὑπ' ἐκείνων κατορθῶσθαι ἡ ἱστορία διδάσκει, καὶ ῥᾴδιον τοῖς ἐντυχεῖν βουλομένοις τῆς προφητείας καταμαθεῖν τὴν ἀλήθειαν. ιʹ. "Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον." Ἃ γὰρ εἰς ἐκείνους ἐνδίκως εἰργάσαντο, ἀνάγραπτα γέγονα καὶ μέχρι τήμερον ἀείμνηστον αὐτῶν τὸ κλέος διέμεινε. Τοῦτο γὰρ ἐπήγαγε· "∆όξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ." Μήτηρ γὰρ τῆς εὐκλείας ἡ ὁσιότης, καὶ οἱ ταύτης ἐργάται δι' αὐτὴν ἀοίδιμοι γίνονται.
ΕΡΜΗΝ. ΤΟΥ ΡΝʹ ΨΑΛΜΟΥ.