328
ἀγγέλου φρουρούμενος. γρηγόρει ἐν προσευχαῖς, νῆφε ἐν δεήσεσιν, ἔκφερε ἔνδικον κρίμα, ἐπιδείκνυσο εὐμενὲς ὄμμα πτωχῷ, προασπιστὴς γενοῦ τῶν ἀδικουμένων, μετριότητα ἔν τε βρώσει καὶ πόσει φέρων· ἡ γὰρ ἀκρασία τῶν κακῶν μήτηρ. ἂν ἄλλοι παίζωσι καὶ γελῶσιν, ὁ κύριός μου, ἄκουε τοῦ Κυρίου πάντων λέγοντος, οὐαὶ οἱ γελῶντες, ὅτι κλαύσονται. ἂν ἄλλοι αἰσχρολογοῦσιν, αὐτός, παρακαλῶ, ἐπιφράσσαιο τὰ ὦτα· ὁδὸς γὰρ ἐπὶ τὰ πράγματα οἱ λόγοι τυγχάνουσιν. ἂν ἄλλοι πληρῶσι δώρων τὰς δεξιὰς αὐτῶν, ὁ φιλόθεός μου, ἀρκούμενος εἴης τοῖς ὀψωνίοις, εὐαγγελικῶς εἰπεῖν, τοῖς κατὰ συνήθειαν ἀρχικῶς διδομένοις. ἂν ἄλλοι ἀσεβῶσιν, αὐτὸς εὐσέβει, ὅσον οἷόν τε στελλόμενος τῶν ἀτασθάλων ἀνδρῶν· οἶσθα γὰρ ὅτι ὁ βίος οὗτος ὀνείρου δίκην παραπέμπει τοὺς λειτουργοῦντας αὐτῷ. καὶ τί ὠφελήσει ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ὅπερ ἀπείη περὶ τῆς τιμιότητός σου ἐννοεῖν, ἐχούσης ἔμφυτον τὸ ἀγαθὸν καὶ φιλούσης θεὸν θεραπεύειν, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντα σε καὶ αὐτὸ τὸ ζῆν διδοῦντά σοι καὶ τὸ κινεῖσθαι καὶ ἀναπνεῖν. ὥστε τὴν παραθήκην, ἣν παρέθετό σοι διὰ Πνεύματος Ἁγίου, τήν τε πίστιν καὶ τὴν δεξιὰν πρᾶξιν φυλάξαι ἀποδοῦναι αὐτῷ σώαν ἐν καιρῷ ἐξόδου, ἀκούσων παρ' αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. καὶ γένοιτό σοι ταύτης τῆς φωνῆς ὑπακοῦσαι καὶ σωθῆναι πανοικὶ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν. 505 {1Λυκάστῳ ὑπάτῳ}1 Αὐτὸς ὁ τὸ γραμμάτιον ἐπιφερόμενος τῇ τιμιότητί σου ἀπήγγειλεν ἡμῖν τὴν ἐπελθοῦσάν σοι συμφορὰν καὶ τῷ ὄντι καθήψατο ἡμῶν ἡ περὶ σὲ λύπη· ἴδιος γάρ σοι καὶ ἀγχιστεύων, ὁμοῦ τε φίλος ἀρχαῖος καὶ συνηλικιώτης, καὶ οὐκ ἔστι τὸν φιλοῦντα γνησίως μὴ συμπάσχειν τῷ φιλουμένῳ ὡς καὶ ἔμπαλιν ἐπὶ τῇ χαρᾷ. ἀλλ' ὢ τῆς ἀπευκταίας ἀγγελίας· ἀπολέλοιπεν ἡμᾶς ἡ κυρία ἡ ὑπάτισσα, τὸ δὴ λεγόμενον, γυνὴ τῶν ἐπαινουμένων, ὡς καὶ παρ' ἄλλων ἀκηκόαμεν καὶ αὐτοὶ ἡμεῖς ὀφθαλμοῖς ὑπελάβομεν, πρῶτον μὲν ὅτι φίλανδρος, ὃ ὑπὸ τοῦ ἀποστόλου ὑποτυποῦται κάλλιστον εἶναι ἐν συζυγίᾳ, φρό νιμος, οἰκουρός, εὐαπάντητος, εὐπροσήγορος, φιλευσεβής, φιλόπτωχος, τὸ μεῖζον, σωφροσύνῃ κατηγλαϊσμένη καὶ ὀρθοδοξίᾳ περιηργυρωμένη, ἧς καὶ οἱ καρποί, τὰ τέκνα, μαρτύριον τῆς ἀμφοτέρων ὑμῶν εὐζωίας. καὶ γάρ, ὥσπερ ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται, οὕτως κἀκ τῶν παίδων οἱ φύσαντες, ὁποῖοί εἰσι καὶ ἡλίκοι. καὶ οὔπω βαθεῖαν πεῖραν ἐσχηκὼς τῆς μακαρίας ἐκείνης πῶς ἂν δυναίμην ἐκθειάσαι τὰ κατ' αὐτήν; ἢ μόνον δὶς αὐτῇ συνοψισθεὶς καὶ εἰς ὁμιλίαν ἐλθὼν ἔγνων ὅτι γυναῖκα ἐχαρίσατό σοι ὁ θεὸς τῷ ὄντι βοηθόν, οὐ κατὰ τὴν πάλαι προμήτορα ἀπάτης αἰτία, ἀλλά γε σωτηρίας ὑπόθεσις γενηθεῖσά σοι διὰ παντὸς τοῦ βίου. ὢ τῆς συμφορᾶς· ᾤχετο αὕτη, ἀπέπτη ἐξ ὀφθαλμῶν ὑμῶν, ἐγκατέλιπεν ὑμᾶς ἡμιθνεῖς, ἀπορραγέντας τῆς καλῆς ὁμοζύγου. οὐκ ἔχομεν ὀφθαλμοῖς ὁρᾶν τὸ ὑπὲρ πᾶσαν θυμηδίαν παραμύθιον, οὐ τὴν ἐν θλίψεσι παράκλησιν, οὐ τὴν ἐν συμφοραῖς παρηγορίαν, οὐ τὴν ἐν ἅπασι τοῖς ὀφειλομένοις ὑπόμνησιν καὶ συνεργὸν καὶ σύμπραξιν. ὁ ἥλιος τῆς ἑστίας ἔδυ· τίς ὁ ὑπαντήσων; τίς ὁ χαριούμενος; τίς ὁ παρακαλέσων; ἤδη ἐγενήθημεν ὡς πόλις ἀποκειραμένη τὸν ἑαυτῆς κόσμον, ὡς στρουθίον μονάζον ἐπὶ δώματι, ∆αυιτικῶς εἰπεῖν. Τί οὖν; λυπηθῶμεν πέρα τοῦ μέτρου καὶ περιβαλούμεθα ἀπαραμύθητον πένθος; οὐδαμῶς οὖν, οὐδαμῶς, ὦ τριπόθητε, ἀλλ', εἰδότες ὅτι ὁ δοὺς ἡμῖν αὐτὴν θεὸς τὰ πρῶτα εἰς κοινωνίαν βίου αὐτός ἐστιν ὁ νῦν προσλαβόμενος, οἴσωμεν εὐχαρίστως τὸ συμβάν, μιμούμενοι τὸν ἀοίδιμον Ἰὼβ καὶ ἐπιφθεγγόμενοι τὴν μακαρίαν ἐκείνην φωνήν, ἣν ἐκεῖνος οὐκ ἐπὶ ἀποβολῇ γυναικός, ἀλλ' ἐπὶ παισὶ δέκα ὁμοῦ τεθνηκόσι σὺν ταῖς προτεραίαις τῶν ἐκτὸς πάντων ἀφαιρέσεσι καὶ αὐτῇ τῇ ὑστεραίᾳ πληγῇ τοῦ σώματος, ἐπὶ κοπρίας ὁ πρὶν βασιλεὺς καθήμενος καὶ ξέων τοὺς ἰχῶρας τῶν ἑαυτοῦ σαρκῶν βώλαξι, τάδε φησίν· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος