Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
πηγὴ, καὶ ἐν αὐτῷ πάντες εἰσὶν οἱ θησαυροὶ σοφίας καὶ γνώσεως ἀπόκρυφοι, κατὰ τὸ γεγραμμένον. Εἰ δέ τις, καὶ τῶν ἐσομένων ἐσχηκὼς εὑρίσκεται γνῶσιν, ἐξ ἀποκαλύψεως τῆς παρ' αὐτοῦ τὸ δῶρον ὁρᾶται λαβών. Προσδιαλέγεται τοίνυν, ὡς ἔφην, τοῖς ἐξ ἐθνῶν, καὶ δὴ καί φησι· Πάντα μὲν ὑμῖν τὰ ἐσόμενα, καὶ ὅτι κληθήσεσθε μὲν κατὰ καιροὺς εἰς ἐπίγνωσιν ἀληθείας, διήγγελκά τε καὶ ἔφην ἐγώ· ἕτερος δὲ τίς ταῦτα ὑμῖν ἀπαγγελεῖ, ἤγουν ὁρᾶται διειρηκώς; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπά- τωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν. Ἐγὼ μὲν γὰρ, φησὶ, λελάληκα διὰ προφητῶν· προεκήρυξα τὰ ἐσόμενα κατὰ καιροὺς, δι' ἀνδρῶν ἁγίων, καὶ ἔχω μάρτυρας τοῦ προειδέναι τὰ ἐσόμενα τοὺς ταῖς ἐμαῖς διακονη- σαμένους φωναῖς. Τίνες δ' ἂν μαρτυρήσειαν τοῖς δαί- μοσιν, ἤτοι τοῖς ἀψύχοις εἰδώλοις, ὡς εἰρηκόσι τοιοῦ- τον δι' αὐτῶν; Πλεῖστοι μὲν γὰρ οἱ παρ' Ἕλλησι λο- γάδες εἰσὶ καὶ ποιηταὶ, ἔφη δ' ὅλως ἐξ αὐτῶν οὐδεὶς ὡς παρά γε τῶν ἰδίων θεῶν, ὅτι ταῦτα συμβήσεται κατὰ καιροὺς αὐτοῖς· οὔτε μὴν ἐπαθρήσαι τις ἂν προαπηγγελκότα τινὰ τῶν παρ' Ἕλλησι σοφῶν, ὅτι τῆς πεπορισμένης αὐτῷ δόξης ἐκ πλεονεξίας ἐξωσθή- σεται κατὰ καιροὺς ὁ Σατανᾶς, ἤγουν ὅτι καταφαι- δρυνθήσεται διὰ πίστεως τῆς εἰς Χριστὸν ἡ ὑπ' οὐ- 70.896 ρανὸν, καὶ κεκλήσονται τὰ ἔθνη πρὸς ἐπίγνωσιν αὐ- τοῦ, εἴτ' οὖν ὅτι τὸ τῆς εἰδωλολατρίας οἰχήσεται σκότος, καὶ κρατήσει τῆς ὑπ' οὐρανὸν ἡ ἀλήθεια. Ἀγαγέτωσαν τοίνυν τοὺς μάρτυρας αὐτῶν, καὶ δειξά- τωσαν εἰπόντας ἀληθῆ. Κἂν ἢ τοῦτο γένοιτο, ἀκου- σάτωσαν αὐτῶν, τοῦτ' ἔστιν, ἀκολουθήτωσαν, καὶ συναινείτωσαν, ὅτι καὶ ἡ τῶν δαιμονίων ἀγέλη τὴν τῶν ἐσομένων γνῶσιν καταπλουτεῖ. Ἀλλ' οὐδεὶς ὁ ἐκείνοις μαρτυρήσας ἐστὶν, οὔτε μὴν τῶν ἐσομένων ἐξαγγελεύς. Πεπλάνηνται δὴ οὖν ὁμολογουμένως οἱ θεοὺς εἶναι νομίσαντες αὐτούς· εἰσὶ γὰρ βέβηλοι, καὶ ἀπατεῶνες καὶ βωμολόχοι. 9Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί. Καὶ ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται.9 Εἰπὼν, ὅτι μαρτυρήσειεν ἂν οὐδὲν τοῖς ἀκαθάρτοις δαίμοσιν, ἤγουν τοῖς ἔργοις τῶν ἀνθρωπίνων χειρῶν τὸ εἰδέναι τὰ ἐσόμενα, τοῖς ἑαυτοῦ προφήταις προδια- λέγεται, καί φησιν· Γένεσθέ μοι μάρτυρες. Λελάληκα γὰρ δι' ὑμῶν, καὶ τῶν ἐσομένων τὴν γνῶσιν, τὸ ἐμὸν ὑμῖν ἐνήστραψε Πνεῦμα. Οὐκοῦν τῆς ἐμαυτοῦ δόξης καὶ θεοπρεποῦς ὑπεροχῆς παροίσω μάρτυρας. Μαρ- τυρήσω δὲ ἐμαυτῷ, καὶ ὁ Παῖς ὃν ἐξελεξάμην. Ὅμοιον τούτῳ τὸ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν φωνῆς εἰρημένον πρὸς Ἰουδαίους· "6Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν εἰμὶ καὶ ποῦ ὑπάγω."6 Καὶ πάλιν· "6Ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πα- τήρ."6 Ἀξιόχρεως γὰρ ἡ Θεοῦ φωνὴ πρὸς πίστιν ὧν ἂν βούλοιτο λέγειν περὶ τῆς ἑαυτοῦ δόξης καὶ ὑπερ- οχῆς. Ἕπεται δὲ κατὰ λόγον δεύτερον, καὶ ἡ παρὰ τῶν ἁγίων ψῆφος, καὶ σύνεσις ἀπονέμουσα αὐτῷ τὰ ὅσαπερ ἂν πρέποι τῇ πασῶν ἐπέκεινα φύσει. ∆ιὰ τοῦτο μάρτυρας παραλαβὼν τοὺς ἁγίους προφήτας, ἐπὶ τὸ μεῖζον ἄνεισι καὶ ἀψευδὲς ὁμολογουμένως, ἑαυ- τὸν, φημὶ, καὶ τὸν ἴδιον Υἱόν. Ἀπόχρη γὰρ, ὡς ἔφην, εἰς πίστιν ἅπασαν τοῖς ἀρτίφροσιν ἡ Θεοῦ φωνή. "6Ταυτὶ δὲ λελάληκα πρὸς ὑμᾶς, φησὶν, οὐ μάτην, ἀλλ' ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγὼ εἰμί."6 ∆ιὰ γὰρ γνώσεως ἡ πίστις, διὰ δὲ τῆς πίστεως ἡ σύνεσις. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συν- ῆτε, φησί· πιστεύσητε δὲ ὅτι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Οὔτε γὰρ πρὸ αὐτοῦ Θεὸς ἦν ἕτερος, ἀλλὰ αὐτὸς ἡ πάντων ἀρχὴ καὶ παντὸς ἐπέκεινα νοῦ, καὶ μετ' αὐτὸν οὐκ ἔσται. Μένει γὰρ ὁ αὐτὸς, καὶ ἀναλλοίωτον ἔχει τὴν φύσιν, καὶ ἀκράδαντον τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ διηνεκῆ βασιλείαν. Ὁ γὰρ ἀρχὴν οὐκ ἔχων τοῦ εἶναι, πρὸς ποῖον δραμεῖται τέλος; 9Ἐγὼ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων. Ἀνήγγειλα, καὶ ἔσωσα. Ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ