δρόμου τοῦ εἰς φυγήν, συγκατηπειγμένου τοῦ λόγου μιμητικῶς δι' ἐλλείψεως ἐπὶ τῇ τῶν φευγόντων σπουδῇ. Ἐνταῦθα δὲ καινὸν καὶ τὸ «οἳ δ' ἄλλοι ἕκαστος». τὸ γὰρ κοινὸν τῶν ἄλλων ἕκαστος. αἴτιον δὲ τῆς ῥηθείσης καινότητος τὸ τῆς σημασίας ταὐτόν. ὅμοιον γὰρ τὸ οἱ ἄλλοι καὶ τὸ ἕκαστος. (ῃ. 698-701) Ὅτι μικροῦ ἂν «ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, εἰ μὴ Ἀπόλλων» αὐτῷ μὲν ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων, ἐκώλυσεν, ὡς ἐφεξῆς ὁ ποιητὴς διηγεῖται, ἤγουν εἰ μὴ τὸ πεπρωμένον ἀντέβη, ὡς καὶ κάτω ῥηθήσεται. (ῃ. 699) Πάνυ δὲ συνεστραμμένως, ὅ ἐστι γοργῶς, εἴρηται τὸ «περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν», ὅ ἐστι περισσῶς προώρμα τῶν ἄλλων ἐν ἔγχεϊ, προμαχόμενος καὶ ἀριστεύων καὶ οὕτω τρέπων εἰς φυγήν. εἶχε δέ τινα, ὡς ἀνωτέρω ἐρρέθη, γοργότητα, κατ' ἔλλειψιν μέντοι, καὶ τὸ «φύγαδε μνώοντο ἕκαστος». Ἰστέον δὲ καὶ ὡς θερμοῦ βοηθοῦ δηλωτικὸν τὸ ὁ δεῖνα ἔστη τῷ δεῖνι ὀλοὰ φρονέων, τῷ δεῖνι δ' ἀρήγων. (ῃ. 702-4) Ὅτι «τρὶς μὲν ἐπ' ἀγκῶνος» ἢ ὑπ' ἀγκῶνος «βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων, χείρεσσ' ἀθανάτῃ 3.917 σιν φαεινὴν ἀσπίδα νύσσων». οὗ ἀνάπαλιν ὁ Ζεὺς ἐποίει ὠθῶν ἐν τοῖς πρὸ τούτων εἰς μάχην τὸν Ἕκτορα. (ῃ. 705-9) «Ἀλλ' ὅτε δή», φησί, «τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος», τότε δὴ ὁ Ἀπόλλων δεινὰ ὁμοκλήσας προσέφη κατὰ σχῆμα προαναφωνήσεως «χάζεο, διογενές, οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδ' ὑπ' Ἀχιλλῆος, ὅ περ», ἤγουν ὅς περ, «σέο πολλὸν ἀμείνων», τοῦτο δὴ ὅπερ Ἀχιλλεὺς ἐν τοῖς ἑξῆς ἐρεῖ πρὸς Ἕκτορα ἐν τῷ «κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων». (ῃ. 710 ς.) Ἐφ' οἷς ἐνταῦθα ὁ Πάτροκλος ἀπογνοὺς «ἀνεχάζετο πολλὸν ὀπίσω, μῆνιν ἀλευόμενος» Ἀπόλλωνος. Καὶ ὅρα εἰς ὅσον ὁ Πάτροκλος τῆς τοῦ ἑταίρου ἐξένευσε συμβουλῆς, ὃς παραγγελθείς, οἷα ἔγνωσται, νῦν ἐπ' ἀγκῶνος τοῦ τείχους μάχεται, καὶ οὐδ' ἂν ἀνεχώρησεν, εἰ μή, ὡς εἴρηται, ἀπέγνω τὴν ἅλωσιν. Ἰστέον δὲ ὅτι ὁ Ἀπόλλων οἷα Ζεὺς ἥλιος λαμβανόμενος καὶ νῦν εἴς τινα εἱμαρμένην ἐμποδὼν ἵσταται καὶ αὐτὸς τῷ Πατρόκλῳ, καθὰ καὶ ὁ Ζεύς, εἰς ἅλωσιν Τροίας, ἣν περιφράσας πόλιν ἔφη Τρώων, ᾧ παρέοικε τὸ πόλιν Τροΐην. (ῃ. 702) Ἀγκὼν δὲ τείχους γωνίαν δηλοῖ, ἤγουν ἐξοχὴν γωνιώδη καὶ διὰ τοῦτο ἀγκωνοειδῆ τινα, ὅθεν, ὡς εἰκός, εἶχεν ἡ Τροία προσβολήν. τὸν δὲ τοιοῦτον ἀγκῶνα ἀλλαχοῦ σαφέστερον φράζει ἐν τῷ «πύργῳ ἐπὶ προὔχοντι», [τουτέστιν ἐξέχοντι κατά τι γωνίωμα, ὁποῖον ὁ ἀγκὼν καμφθεὶς ἀποτελεῖ. οὗ δὴ τὸ ἐντὸς παροιμίαν ποιεῖ τὴν «γλυκὺς ἀγκών», περὶ οὗ εἷς μὲν λόγος φέρεται, ὡς Ὀμφάλη τυραννήσασα Λυδῶν ὥρισε τόπον, ἐν ᾧ προϋβρίσθη αὐτή, καὶ εἰς αὐτὸν ἀθροίσασα βίᾳ συγκατέκλεισε τοῖς δούλοις τὰς δεσποίνας. καὶ οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι, τουτέστιν εὐφήμως ἀντιφράζοντες, ἐκάλουν τὸν τόπον γυναικῶν ἀγκῶνα ἢ ἀγῶνα, ἔτι δὲ καὶ γλυκὺν ἀγκῶνα, ὅπερ δοκεῖ κερτομηθῆναι παρὰ τὸ «ἀγκὰς ἔμαρπτε Ζεύς», δηλαδὴ τὴν Ἥραν. καὶ εἷς μέν, ὡς ἐρρέθη, οὗτος λόγος. Ἕτερος δὲ τοιοῦτος. Λυδοὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τόπον συνάγοντες, ὃν αὐτοὶ ἁγνεῶνα ἐκάλουν, ὕβριζον εἰς αὐτάς. Καὶ ἦν ἡ μὲν φαυλότης τοῦ ἔργου ἴση τοῖς ἐπὶ τῇ Ὀμφάλῃ, ἡ δὲ τοῦ τόπου κλῆσις διέφερεν. οὐ γὰρ ἀγὼν ἢ ἀγκὼν ἀλλὰ ἁγνεὼν ἐκαλεῖτο, παικτικῶς καὶ αὐτὸς 3.918 ἀντιφραζόμενος, ἀληθῶς γὰρ ἄναγνος ἦν. Αἱ δὲ ἱστορίαι αὗται Ξάνθου εἰσὶ τοῦ Λυδοῦ, ὥς φησιν Ἀθήναιος, ἱστορῶν καὶ τὸν Σάμιον Πολυκράτην ἄδικον ἐφ' ὁμοίοις, ὅς, φησί, τὴν παρὰ Σαμίοις λαῦραν ἀντεσκεύασε τῷ τῶν Σάρδεων ἀγκῶνι γλυκεῖ προσαγορευομένῳ, ζηλώσας τὰ Λυδῶν μαλακά. ἦν δὲ ἡ τοιαύτη λαῦρα στενή τις καὶ γυναικῶν, φησί, δημιουργῶν πλήθουσα καὶ τῶν πρὸς ἀπόλαυσιν. Λέγει δὲ λαῦραν μὲν στενήν τινα περιοχὴν ἀκολούθως Ὁμήρῳ, δημιουργοὺς δὲ γυναῖκας λόγῳ σεμνότητος τὰς οἷον δημοτικὰς καὶ ἐργασίαν προϊσχομένας δημίαν, ἤγουν δημοσίαν. τοιαῦται δέ εἰσι γυναῖκες καὶ αἱ παρ' ἑτέροις σποδησιλαῦραι καὶ πανδοσίαι καὶ λεωφόροι. καὶ τοιαῦτα μὲν τάδε.]