ἀνασχέσθαι σκωφθέντα εἰς μάτην, παῤῥησιάζεται Ὀδυσσεὺς ἐφ' οἷς ὁ ῥηθεὶς Εὐρύαλος ὡς ἐλέχθη καθήψατο τούτου. καὶ ὑπόδρα ἰδὼν, φησί. ξεῖνε, οὐ καλὸν ἔειπες. ἀτασθάλῳ ἀνδρὶ ἔοικας. (ῃερς. 167.) εἶτα ἐπάγει γνωμικὸν δι' οὗ καταβάλλεται μὲν τὸ αὔχημα τῶν ἐπὶ κάλλει μόνῳ μέγα φρονούντων, στέφανος δὲ μορφῆς ὁ λόγος εἶναι δείκνυται, καὶ φησίν. οὕτως οὐ πάντεσσι θεὸς χαρίεντα δίδωσιν ἀνδράσιν, οὔτε φυὴν οὔτ' ἂρ φρένας οὔτ' ἀγορητύν. ἄλλος μὲν γάρ τ' εἶδος ἀκιδνότερος πέλει ἀνήρ, (ῃερς. 170.) ἀλλὰ θεὸς μορφὴν ἔπεσσι στέφει, ὅ ἐστι κοσμεῖ. οἱ δέ τ' ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν ὅ δ' ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν. (ῃερς. 173.) ἐρχόμενον δ' ἀνὰ ἄστυ, θεὸν ὣς εἰσορόωσιν. ὡς καὶ νῦν δηλαδὴ τὸν Ὀδυσσέα οἱ Φαίακες. ἄλλος δ' αὖτ' εἶδος μὲν, ἀλίγκιος ἀθανάτοισιν. ἀλλ' οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. (ῃερς. 177.) εἶτα καταβαίνων εἰς τὸ προκείμενον ὡς καὶ ἀλλαχοῦ ποιεῖ, ἐπιφέρει. ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως οὐδὲ θεὸς τεύξειε, νόον δ' (ῃερς. 177.) ἀποφώλιος ἐσσί. τουτέστιν ἀπαίδευτος, ὡς προγέγραπται. (ῃερς. 178.) εἶτα θεραπεύων τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας, μεγαλοψύχως μὲν ῥηθὲν ὅμως δὲ κατὰ σφοδρότητα, οὐδὲ γὰρ ἔδει τραχυνθῆναι τὸν ξένον παρὰ τοῖς ξενίσασιν ὡς καὶ αὐτὸς μετ' ὀλίγα ἐρεῖ, ἐπάγει ἀπολογητικῶς. (ῃερς. 178.) Ὤρινάς μοι θυμὸν ἤγουν ἐτάραξας ἐνὶ στήθεσσι φίλοισιν, εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ' οὐ νῆϊς ἀέθλων ὡς σὺ λέγεις, ἀλλ' ἐν πρώτοισιν ὀΐω ἔμμεναι. διά τε ἴσως τὴν ἥβην ὡς προεῤῥέθη, καὶ μάλιστα διὰ τὸ χερσὶ πεποιθέναι. εἰ δὲ καὶ πολλά φησιν ἔπαθον ὡς καὶ αὐτὸ πρὸ βραχέων δεδήλωται, ἀλλὰ καὶ ὣς κακὰ πολλὰ παθὼν, πειρήσομαι ἀέθλων. θυμοδακὴς γὰρ μῦθος. (ῃερς. 185.) ἐπώτρυνας δέ με εἰπών, ὃ ταὐτόν ἐστι τῷ, ὤρινάς μοι θυμόν. Ὅρα δὲ ὅτι τε ἐκ τοῦ ὡς ἀλλαχοῦ κεῖται δακέθυμος ἄτα, ἐῤῥέθη ἐνταῦθα κατ' ἀναστροφὴν συνθέσεως ὁ θυμοδακὴς μῦθος, καὶ ὅτι ἀφελέστερον ἀρξάμενος ὁ ῥήτωρ ἐν τῷ, (ῃερς. 166.) ξεῖνε οὐ καλὸν ἔειπες, καὶ ἰδὼν ἄχολον τὸν ξεῖνον, ἐπάγει σφοδρότερον τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας. πρὸς ὁμοιότητα σχηματισθὲν τοῦ, οὐδ' ἀθλητῆρι ἔοικας. ἵνα Εὐρύαλος μὲν εἴπῃ ἀποφατικῶς, ὡς οὐκ ἔοικας ἀθλητῇ, Ὀδυσσεὺς δὲ καταφατικῶς, ὅτι ἀλλὰ σύ γε ἀτασθάλῳ ἀνδρὶ ἔοικας. Ξεῖνον δὲ λέγει Ὀδυσσεὺς τὸν Εὐρύαλον, ἐπεὶ ὡς πολλαχοῦ φαίνεται, ξένοι ἀλλήλοις εἰσὶ καὶ ὁ ξενοδοχούμενος καὶ ὁ ξενοδοχῶν. ὅπερ καὶ ἐπὶ οἰκέτου ἐν τοῖς ἐφεξῆς φανήσεται. πάντως δὲ, ξεινοδόκος Ὀδυσσέως ὁ ξεῖνος οὗτος Εὐρύαλος. ὃς παρὰ τοῖς ὕστερον καὶ ξυνοδόκος εὕρηται λεγόμενος ἄλλον λόγον, ὡς ξυνὸς ὑποδοχεύς. ἤγουν κοινός. ὃς κοινῶς μὲν πανδοχεὺς λέγεται, Ἰωνικῶς δὲ πανδοκεύς. ὅθεν καὶ Ἀττικῶς, πανδοκεύτρια. Ὅμηρος δὲ, διαλύσας ἐν Ἰλιάδι τὸν τοιοῦτον, πάντας φιλέοντα εἶπεν. Ὅτι δὲ ἐκ τοῦξυνὸς γίνεται καὶ τὸ ἐν Ἰλιάδι ξυνήϊον, καὶ ὅτι καὶ ῥῆμά ἐστιν αὐτοῦ τὸ ξυνῶ ξυνώσω, οἷον, γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξύνωσεν ἀγοστῷ, ἤτοι μιᾷ δρακὶ λαβόμενος τῶν κάτω ἐκοινώσατο, δεδήλωται καὶ ἀλλαχοῦ. θετέον δ' ἐνταῦθα καὶ ὅτι τὰ εἰρημένα ξυνήϊα τὰ κατὰ τὴν Ἰλιάδα, Ὁμήρου ἄδαστα εἰπόντος ὡς μή πω μερισθέντα, ἕτεροι δριμέως φράσαντες, ἄληκτα εἶπον, ὡς μή πω λαχόντα. Τὸ δὲ οὐ καλὸν ἔειπες, ταυτὸν τῷ. εἰπὼν οὐ κατὰ κόσμον. (ῃερς. 167.) Χαρίεντα δὲ οὐκ ἔργα μόνον, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ τὰ τῆς φύσεως δῶρα. (ῃερς. 168.) Τὸ δὲ οὔτ' ἂρ φρένας οὔτ' ἀγορητὴν, ἐκ τῆς Ἰλιάδος παρῴδηται ὅπου φησὶν, οὔτ' ἂρ φρένας οὔτε τι ἔργα. δηλοῖ δ' ἐνταῦθα, καὶ ὡς ταυτὸν φρένες καὶ ἀγορητύς. (ῃερς. 169.) εἰκὸς γὰρ φρονοῦντά τινα, ὅμως μὴ εὐροεῖν λόγῳ κατ' ἀγοράν. Ἀκιδνὸν δὲ πολλαχοῦ, τὸ ἀσθενὲς, παρὰ τὸ αἰκίζειν κατὰ τοὺς παλαιοὺς ἀποβολῇ τοῦ ἰῶτα καθ' ὁμοιότητα τοῦ παίζω παιδνὸς καὶ τῶν ὁμοίων. (ῃερς. 170.) Τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει, παράφρασις τὸ, χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. ἐξ ὧν ὁ στέφανος καὶ τὸ στέφος, τὰ τῷ ποιητῇ ἄγνωστα κατὰ τοὺς παλαιούς. (ῃερς. 171.) Ἀσφαλῶς δὲ ἀγορεύειν, τὸ ἀπροσκόπως, κυρίως δὲ σφάλλεσθαι ἐπὶ ποδῶν 1.290 καθὰ καὶ τὸ προσκόπτειν. ὅθεν γνώμη ἐξηνέχθη τοῖς ὕστερον τὸ, φορητότερον