329
καὶ κελεύσας οἰκίας ἔνδον ἀκάτιον κατασκευασάμενον, ἵνα μὴ πολλοὶ συνειδεῖεν, εἰς Σμύρναν ἀποπλέειν ἐξέπεμπε, γράμμασι κελεύσας Ἀμοὺρ τάχιστα παρασκευασάμενον ἥκειν πρὸς αὐτόν. Πρίγγυψ μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα καὶ τὸ ἀκάτιον ἔνδον οἰκίας κατασκευασάμενος, ἱστία τε ἐνθέμενος καὶ τὴν ἄλλην ἀποσκευὴν, ἔπειτα νυκτὸς ἐφ' ἁμάξης ἐπὶ θάλασσαν καταγαγὼν, ὡς ποῤῥωτάτω μάλιστα τῶν φρουρουσῶν νεῶν καὶ τῶν αὐτῶν κατειλεγμένων, ἀνήγετο ἐμβάς· καὶ πνεύματι χρησάμενος ἐπιφόρῳ, τάς τε φρουρούσας διέλαθε 2.384 τριήρεις καὶ εἰς Σμύρναν κατήγετο ὀλίγῳ ὕστερον, τοῦ πνεύματος ἀεὶ κατὰ πρύμναν ἱσταμένου. Ἀμοὺρ δὲ ἐπεὶ τὰ βασιλέως γράμματα δέξαιτο καὶ τὴν πρεσβείαν, κόνιν μὲν κατεχέατο τῆς κεφαλῆς καὶ θεῷ πολλὰς ὡμολόγει χάριτας τῆς ἀγγελίας. ἦν γὰρ πρότερον ἀκηκοὼς, ὡς Καντακουζηνὸς ὁ βασιλεὺς τελευτήσειε διατρίβων περὶ Τριβαλούς· οὕτω γὰρ ἦν προστεταγμένον ὑπὸ μεγάλου δουκὸς, τοὺς ἐπὶ τὴν Ἀσίαν διαβαίνοντας ἐκ συνθήματος πάντας λέγειν. αὐτίκα τε παρεσκευάζετο στόλον νεῶν, ὀλίγῳ δεουσῶν διακοσίων. καὶ ὁ μέγας δοὺξ ἐπεὶ ἀγνοεῖν τὰ γεγενημένα οὐκ ἐνῆν, πολλῶν Ἀσίαθεν τὴν παρασκευὴν τοῦ στόλου ἀγγελλόντων, πρεσβείαν ἐκ Θεσσαλονίκης ἐποιεῖτο πρὸς Ἀμοὺρ, καὶ χρήματα τὰ μὲν ἐδίδου, τὰ δὲ καὶ ἐπηγγέλλετο, εἰ μὴ πόλεμον κινοίη πρὸς αὐτὸν, μηδὲ συμμαχοίη Καντακουζηνῷ. ὁ δ' ἀπεπέμψατο τὴν πρεσβείαν, ἀδύνατα φάμενος αἰτεῖν. αὐτὸν γὰρ παντὶ σθένει συμμαχήσειν βασιλεῖ. δεομένων δὲ τῶν πρέσβεων τὰ δῶρα δέχεσθαι, οὐ κατεδέξατο, ἀνελευθέρου φήσας εἶναι καὶ χρήμασι δεδουλωμένου νῦν μὲν φιλίας ἕνεκα δῶρα φαίνεσθαι δεχόμενον, ὕστερον δὲ ὀλίγῳ πολεμοῦντα. παρασκευασάμενος δὲ ἐν βραχεῖ καὶ χρήματά τε πολλὰ ταῖς ναυσὶν ἐνθέμενος καὶ τὰ ἄλλα ἐπιτήδεια, ὡς χρονίσων εἰς τὴν βασιλέως συμμαχίαν, ἀνήγετο ἐκ Σμύρνης καὶ προῆλθεν ἄχρις Εὐβοίας καιροῦ τυχών ἐπιτηδείου. ἀνέμων δὲ ἐκεῖ πνευσάντων ἐναντίων, ἔμεινεν ἐπὶ συχνὰς ἡμέρας. δοὺξ 2.385 δὲ ὁ μέγας ἐπεὶ μάθοι τοὺς βαρβάρους ἐπιόντας, δύο τῶν τριηρέων ἐν Θεσσαλονίκῃ καταλιπὼν, ἀπέπλευσε ταῖς ἐπιλοίποις εἰς Βυζάντιον, δείσας μὴ ὑπό τε τῶν βαρβάρων καὶ βασιλέως ἐν Θεσσαλονίκῃ πολιορκοῖτο. Ἀμοὺρ δὲ Εὐβοίᾳ ἐνδιατρίβων διὰ τῶν ἀνέμων τὴν ἀντίπνοιαν, ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. συμβὰν δέ τι καὶ ἕτερον οὐ μετρίως ἔπειθεν ἀγανακτεῖν. ἐκ γὰρ Πτελεοῦ πλοίου συλληφθέντος καὶ τῶν αἰχμαλώτων ἀγομένων πρὸς αὐτὸν, ἐπυνθάνετο, εἴ τι εἰδεῖεν περὶ βασιλέως. οἱ δ' ἔφασαν, ὅτι τινῶν ἐκ Θεσσαλονίκης ἀφιγμένων πρὸς αὐτοὺς πύθοιντο, ὡς ὁ μέγας δοὺξ πολλὴν ἄγων δύναμιν ἱππικήν τε ἅμα καὶ πεζὴν καὶ Πέρσας κατὰ συμμαχίαν, βασιλεῖ τῷ Καντακουζηνῷ ἐπιστρατεύσειεν ὄντι ἐν Βεῤῥοίᾳ· πλέον δὲ μηδὲν εἰδέναι. ὁ δὲ ἐκ τῶν λεγομένων στοχαζόμενος ἐν ἀγῶνι εἶναι βασιλέα, μᾶλλον ἐδυσχέραινεν, ὅτι μὴ ταχέως εἶχε βοηθεῖν. ἐκ τῶν ἀρίστων δὲ τῶν Περσῶν ἐκκλησίαν συναθροίσας καὶ παρελθὼν αὐτὸς εἰς μέσους, ἔλεξε τοιάδε. «πολλὴν ἄνοιαν ἐγὼ καὶ ἀνανδρίαν ἐκείνου καταψηφισαίμην ἂν, ὅστις ἐπί τι ὡρμημένος, μὴ πάντα δεύτερα ἡγοῖτο, μηδὲ πᾶσαν φαίνοιτο σπουδὴν ἐπιδεικνύμενος, ὥστε ἄγειν εἰς ἔργον τὰ βεβουλευμένα. εἰ γὰρ μέλλοι τοῖς μὲν ἐκ τοῦ ῥᾴστου περιγινομένοις ἐπιχειρεῖν, ἂν δέ τι συμβαίνῃ κώλυμα, ἢ παντάπασιν ἀπαγορεύειν, ἢ ἀμελεῖν μαλακιζόμενον καὶ περιμένειν τὴν ἀπὸ τῶν πραγμάτων ἔκβα 2.386 σιν ἀποκνοῦντα πρὸς τοὺς πόνους, οὐδὲν διοίσει τῶν πολλῶν, οὐδὲ μέγα τι καὶ λόγου ἄξιον κατορθώσειεν ἄν ποτε. ἂν δὲ καὶ περί τινων μεγάλων ᾖ ἡ ἐπιχείρησις καὶ ἡ παρασκευὴ θαυμασία καὶ μεγάλη ἡ δαπάνη, ἔπειτα ἀβουλίᾳ τοῦ στρατηγοῦ καὶ ἀτολμίᾳ μηδὲν ἄξιον ἑαυτῆς ἡ στρατιὰ ἐκείνη πράττῃ, οὐ παρὰ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ παρ' αὐτῶν, ὧν ἄγει, πολλὰ δίκαιος λοιδορεῖσθαι καὶ περιυβρίζεσθαι, ὅτι τῇ σφετέρᾳ ἀτολμίᾳ τῶν ἐκ τῶν ἔργων ἐπαίνων καὶ τῶν ἄθλων τῶν ἀπὸ τῶν πόνων αὐτοὺς ἀποστερεῖ. ἡ μὲν οὖν ὑπόθεσις τῆς ἡμετέρας στρατείας ταυτησὶ οὐδεμία τίς ἐστιν ἑτέρα, ἢ βασιλεῖ τῷ Καντακουζηνῷ ἥκειν ἐπὶ συμμαχίᾳ,