329
ἀποπεμψάμενον ἀγαγέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, ην ἡ Μετέλλα, η τῷ Σύλλᾳ συνῴκει, ἐκ Σκαύρου ἐγείνατο τοῦ προτέρου ἀνδρός. ην δὲ τὰ τοῦ γάμου τυραννικά· ἀνδρὶ γὰρ ἡ Αἰμιλία ηδη ἐκδέδοτο καὶ ἐκύει. Ουτω δ' ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· ην γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν, αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυχωμένας καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, ην ὁ μὴ φυλάξας ἐκολάζετο. Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν ∆ομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτακισχίλιοι δὲ αὐτῷ τῶν ὑπὸ τὸν ∆ομίτιον προσεχώρησαν. ἀντιτεταγμένου δὲ ∆ομιτίου συρρήγνυνται τὰ στρατεύματα, καὶ νικῶσιν οἱ Πομπηίου, καὶ ὁ ∆ομίτιος κτείνεται. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν, αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οις ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν αλλην στρα2.343 τιάν, αὐτὸν δὲ μεθ' ἑνὸς τάγματος περιμένειν εἰς ̓Ιτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ' ἑαυτὸν ηχθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομπηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ ειων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραΰνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ αρχειν ἐκέλευον, αχρις ου προσλιπαρούντων καὶ καταβοώντων ωμοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιάζοιντο· καὶ μόλις ουτως ἐπαύσαντο. Πρῶτον μὲν ουν ἠγγέλη τῷ Σύλλᾳ ἀφεστάναι Πομπήιον, ειτα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ η στρατηγῷ θριαμβεύειν νενόμισται, αλλῳ δὲ οὐδενί· εἰ δὲ Πομπήιος ουπω γενειῶν ἀκριβῶς θριαμβεύσει, ῳ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος εσται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν, ἀλλ' ἐννοεῖν εφη δεῖν οτι τὸν ηλιον ἀνατέλλοντα πλείονες η δυόμενον προσκυνοῦσι, δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αυξεται, ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραίνεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς, δὶς ἐφεξῆς "θριαμβευσάτω" ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλίκων προσεδόκησαν, ὁ Πομπήιος ἀφήσειν εφη μᾶλλον τὸν θρίαμβον η κολακεύσειν τοὺς στρατιώτας. πρὸς ο Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς τὸν θρίαμβον "νῦν," εφη, "Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ αξιος θριαμβεῦσαι." Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς οσον πρόεισι 2.344 δόξης καὶ δυνάμεως ὁ Πομπήιος, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ηγε. Λέπιδος μέντοι σπουδῇ Πομπηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκείνου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ενοπλος ην, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείμματα. καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, ηδη πολλὰ τῆς ̓Ιταλίας κεκινηκότος καὶ τὴν ἐντὸς Αλπεων Γαλατίαν διὰ Βρούτου κατέχοντος. τῶν μὲν ουν αλλων ῥᾳδίως ἐκράτησεν ὁ Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. ειτα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν, η μεταβαλλόμενος η προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, ουπερ υἱὸς ην ὁ τὸν Καίσαρα υστερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς ̓Ιταλίας ἐκπεπτωκὼς νόσῳ ἀπέθανεν. ̔Ο μέντοι Σερτώριος τὴν ̓Ιβηρίαν εχων φοβερὸς ην. καὶ πρὸς τοῦτον ουν ὁ Πομπήιος ἐστάλη, συμμαχήσων ̓Οππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερτώριον. εἰς ̓Ιβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας ὑπὲρ μυρίους ἀπέκτεινεν· ειτα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον εσχηκε τὸν ἀγῶνα. ἐπελθόντος δὲ Πομπηίῳ οντι ἱππότῃ ἀνδρὸς