329
νοεῖν καὶ τῶν τοιούτων λέγεται. Πάσασθαι. γεύσασθαι. -καὶ σπλάγχν' ἐπάσαντο. παρὰ τὸ μασᾶσθαι κατὰ τροπὴν τοῦ ˉμ εἰς ˉπ, καὶ τοῦ τόνον ἐναλλαγήν. Πάσσω. τὸ ἐπιβάλλω. καὶ ἐπιπάττω. Παφλάζω. ἀναζέω. η τὸ ἐκ βρασμοῦ ἀναδόσεις γίνεσθαι. πεποίηται δὲ αυτη ἡ λέξις παρ' ̔Ομήρῳ, ὡς ἠχητικὴ ηγουν ηχου μιμητικὴ, ονπερ ὁ τῶν κυμάτων ειωθεν ἀναπέμπειν βρασμός. γίνεται παρὰ τὸ φλέω, ο καὶ φλύω λέγεται. -ἀνὰ δ' εφλυσε καλὰ ῥέεθρα. δηλοῖ δὲ τὸ ἀναπέμπω καὶ ἀναδίδωμι. κατὰ συγκοπὴν φλῶ, παράγωγον φλάζω, ὡς ῥίπτω, ῥιπτάζω, καὶ ἐνθουσιῶ, ἐνθουσιάζω. Παπταίνων. περιβλεπόμενος, ἐπιτηρῶν. παρὰ τὸ φάη πεταννύειν γέγονε φαπταίνω καὶ συγκοπῇ καὶ τροπῇ παπταίνω. η εστι ῥῆμα πέτω καὶ τὸ παθητικὸν πέτομαι, καὶ κατὰ συγκοπὴν πτῶ, ἀφ' ου παράγωγον καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω. pi.1525 Παριστάνετε. ποιεῖτε, ἀποδεικνύετε, παρασκευάζετε. καὶ ὁ ̓Απόστολος· ῳ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν. Παράκειται. ἐπιμελῶς εγκειται. καὶ ὁ ̓Απόστολος· οτι ἐμοὶ τὸ κακὸν παράκειται. Παράγει. ἀντὶ τοῦ παρέρχεται. ( ̓Επίῤῥημα.) Παγίωσ. βεβαίως, ἀσφαλῶς. *Παροδευτικῶσ. ἀπροσέκτως.* Πάγχυ. παντελῶς. παρὰ τὸ πάνυ γίνεται πάνχυ πλεονασμῷ τοῦ ˉχ, καὶ τροπῇ τοῦ ˉν εἰς ˉγ πάγχυ. Παγκλήρωσ. *πάντα τὸν ἐπώνυμον κλῆρον.* Πάλαι. ἀρχῆθεν. Πάλιν. ἐκ δευτέρου. Παλληνόθεν. ἐκ Παλλήνης χώρας. Πάμπαν. παντελῶς. Πάντη. παντελῶς. πάντη καὶ ταύτη, ˉη. παντὶ δὲ καὶ ταυτὶ, ˉι. Πανδημεί. παντὶ τῷ δήμῳ. Παννυχί. δι' ολης τῆς νυκτός. pi.1526 Πανσυδεί. παντὶ τῷ πλήθει. παρὰ τὸ ὁμοῦ pi.1526 σείεσθαι ηγουν ὁρμᾷν καὶ ἀκολουθεῖν. Πανστρατί. πᾶσαν τὴν στρατιάν. Πανθοινεί. τὸ κατευωχήσασθαι. Πάντοσε. ἀντὶ τοῦ πανταχοῦ καὶ πανταχῆ. Πάντοθεν. Πάντοτε. τὸ πάντοτε παρ' οὐδενὶ τῶν δοκίμων εὑρίσκεται. Παμπήδην. παντελῶς. Παραπόδασ. ἐγγὺς η εὐθύς. Παρακλιδόν. ἀντὶ τοῦ παρακλίνας. Πάρεξ. ἐκτὸς, χωρίς. Πάροσ. ἀντὶ τοῦ πρίν. πάρος δόρποιο μέδεσθαι. Πάροιθεν. πρότερον η εμπροσθεν. ἀπὸ τοῦ πάρος πάροθεν καὶ πάροιθεν. καὶ παροίτερος ἀπὸ τοῦ πάρος. σημαίνει δὲ καὶ τὸ πρῶτος. Ανδρα τὸν, ος μιν ετυψε παροίτατος-. Πατροπροβλήτωσ. ἐκ τοῦ πατρὸς προβαλλόμενον. Παραφραστικῶσ. παραφράζειν ἐστὶ τὸ εχεσθαι τινῶν μὲν λέξεων, τινῶν δὲ ἀπέχεσθαι. pi.1527 Τὸ Π μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Πεδήτησ. ὁ δεσμός. ἀπὸ τοῦ πέδω πεδήτης. †Πέδουροσ. ὁ μετέωρος.† Πειθήνιοσ. ὑπείκων, πειθόμενος. Πειραταί. καταποντισταὶ, κουρσάριοι. παρὰ τὸ πείρειν, ο ἐστι περᾷν. -ἀλεγεινά τε κύματα πείρων. η παρὰ τὴν πεῖραν, ο δηλοῖ τὴν εφοδον. Πειραστήσ. ὁ πειράζων δαίμων. Πειραιεύσ. λιμὴν ουτω καλούμενος. εστι δὲ καὶ τὸν Πειραιᾶ. Πείρωσ. κύριον. Πίῤῥος δὲ ονομα ποταμοῦ, ˉι. Πειώλησ. ὁ πόρνος ὁ διὰ τὸ πέος καὶ τὸ αἰδοῖον ἀπολλύμενος. σπέος δέ ἐστι καὶ κατ' ελλειψιν τοῦ ς πέος. Πείσαυροσ. κύριον. Πέλται. οἱ τοξόται, οἱ τοὺς ξυστοὺς κατέχοντες· ξυστοὶ δὲ τὰ κοντάρια. Πελώριοσ. ὁ μέγας. παρὰ τὸ πέλω, τὸ ὑπάρχω, καὶ τὸ ωρα, ἡ φροντίς. ῳ πέλει φροντὶς διὰ τὸ μέγεθος. pi.1528 Πελιδνόσ. δίϋγρος η μέλανος. τίνος πελιδνοὶ οἱ ὀφθαλμοί. Πέλεκυσ. καὶ κλίνεται πελέκεως. Πελαργόσ. διὰ τὸ εχειν πτερὰ μελάντερα καὶ λευκά. πελὸν γὰρ τὸ μέλαν, καὶ ἀργὸν τὸ λευκόν. Πέμμισ. κύριον. Πένησ. ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ ων. Πενιχρόσ. παρὰ τὸ πένης πενιχρὸς, ὡς μέλι μελιχρός. Πεντώβολοσ. ὁ πέντε ὀβολοὺς εχων. Πέπειροσ. ὁ ωριμος καρπός. Πέπλοσ. τὸ γυναικεῖον ἱμάτιον. οἱονεὶ περίπεπλος τὶς ων· ὁ περὶ τὸν φοροῦντα περιπελόμενος καὶ εἰλούμενος, καὶ κατὰ συγκοπὴν τῆς ˉρˉι συλλαβῆς καὶ τοῦ ˉε πέπλος. η παρὰ τὸ πρέπω, ῥηματικὸν ονομα πρέπαλος καὶ ἀποβολῇ τοῦ ˉρ πέπαλος καὶ συγκοπῇ πέπλος. Πέπων. ἡ ὀπώρα. καὶ ὁ προσηνὴς φίλος. ἀπὸ τοῦ πεπείρου καὶ ἀσφαλοῦς. η ἀπὸ τοῦ πεπαίνω. pi.1529 †Περιναῖοι. φλεβάδες. πόροι. οιτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξάγουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ.† †Περκνόσ. κυνηγετικός. ἀπὸ τοῦ περισσῶς καίνειν.† Πέρπεροσ. ο μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπισμὸν