329
αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Ἐπινίκιος καὶ οὗτος ὁ ὕμνος· προλέγει δὲ τὴν ἐσομένην πᾶσιν ἀνθρώ ποις θεογνωσίαν. βʹ. "Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ." Ἱκανὴ γὰρ ἀφορμὴ εἰς ὑμνῳδίαν αὕτη." Εἰ γὰρ ἀπὸ 80.1996 φυτῶν, καὶ θηρίων, καὶ ἑρπετῶν, πρόφασιν εἰς εὐ χαριστίαν λαβεῖν προσετάχθημεν, πολλῷ μᾶλλον εἰς τοὺς ἁγίους ἀφορᾷν, καὶ τὸν τούτων Θεὸν ἀνυμνεῖν δικαιότερον. Τίς γὰρ τὰ κατὰ τὸν μακάριον διδα σκόμενος Παῦλον, ἢ τὸν θεσπέσιον Πέτρον, ἢ τὸν θειότατον Ἰωάννην, ἢ τοὺς ἄλλους ἀποστόλους, ἢ τοὺς νικηφόρους μάρτυρας, ἢ τοὺς ἄλλους ἁγίους, ἢ τοὺς νῦν τῆς ἀρετῆς ἀθλητὰς, οὐ κινεῖ τὴν γλῶτταν εἰς ὑμνῳδίαν τοῦ τοσαύτην τοῖς ἀνθρώποις τῶν ἀγα θῶν δωρησαμένου φοράν; "Αἰνεῖτε αὐτὸν ἐν στε ρεώματι δυνάμεως αὐτοῦ." Ὁ δὲ Σύμμαχος οὕτως· Αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῷ ἀκαθαιρέτῳ αὐτοῦ. Μόνος γὰρ στεῤῥὸν, καὶ ἀνώλεθρον, καὶ αἰώνιον ἔχει τὸ κράτος. γʹ. "Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ." Ἄῤῥητα γὰρ τὰ διὰ τῶν ἁγίων αὐτοῦ διηνεκῶς κατ ορθούμενα. Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς με γαλωσύνης αὐτοῦ. Ἔοικε τοῦτο τοῖς ἤδη παρ' ἡμῶν ἑρμηνευομένοις·" Ὅτι τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας." Ἄπειρον γὰρ αὐτοῦ, φησὶ, τὸ μέγε θος, ἀμέτρητος ἡ δύναμις· διὰ πάντα τοίνυν αὐτὸν ὑμνοῦντες διατελέσατε. δʹ. "Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος." Ἱερατι κὸν ἦν τοῦτο τὸ ὄργανον· οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾷ ὄρει γενομένων σαλπίγ γων ἀναμιμνήσκοντες. "Αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. [εʹ, ʹ.] Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐ ήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ." Τού τοις οἱ Λευῖται πάλαι τοῖς ὀργάνοις ἐχρῶντο ἐν τῷ θείῳ νεῷ τὸν Θεὸν ἀνυμνοῦντες· οὐκ ἐπειδὴ Θεὸς ἐτέρπετο τῇ τούτων ἠχῇ, ἀλλ' ἐπειδὴ τῶν γιγνομένων τὸν σκοπὸν ἀπεδέχετο. Ὅτι γὰρ ᾠδαῖς καὶ κρούμασι τὸ Θεῖον οὐκ ἐπιτέρπεται, ἀκούομεν αὐτοῦ λέγοντος Ἰουδαίοις· "Ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι." Ταῦτα τοίνυν γίνε σθαι συνεχώρησε, τῆς τῶν εἰδώλων αὐτοὺς πλάνης ἀπαλλάξαι θελήσας. Ἐπειδὴ γὰρ φιλοπαίγμονές τι νες ἦσαν, καὶ φιλογέλωτες, ταῦτα δὲ ἅπαντα ἐν τοῖς εἰδώλων ἐπετελεῖτο ναοῖς, συνεχώρησε ταῦτα, διὰ τούτων αὐτοὺς ἐφελκόμενος, καὶ τῇ ἐλάττονι βλάβῃ κωλύων τὴν μείζονα, καὶ διὰ τῶν ἀτελῶν προπαι δεύων τὰ τέλεια. "Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύ ριον." Οὐκ Ἰουδαῖοι, μόνον, ἀλλὰ πάντες ἄνθρωποι. Οὐ γὰρ Ἰουδαίων Θεὸς μόνον, κατὰ τὸν θεῖον Ἀπόστολον, ἀλλὰ καὶ ἐθνῶν. Ἐν μὲν οὖν τῷ ρʹ καὶ μδʹ ἔφη ψαλμῷ· "Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ." Ἐνταῦθα δὲ, "Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον." Οὔτε δὲ ἐκεῖ μόνην τὴν σάρκα, οὔτε ἐνταῦθα μόνην ἐκάλεσε τὴν πνοήν· ἀλλὰ καὶ δι' ἐκείνου καὶ διὰ τούτου, καὶ σώματι καὶ ψυχῇ ὑμνεῖν παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Ἀξιάγαστον δὲ 80.1997 τῆς ὅλης τῶν ψαλμῶν πραγματείας τὸ τέλος, καὶ τῷ σκοπῷ τῆς προφητείας συμβαῖνον. Καὶ γὰρ ἡ προφητεία τοῖς ἔθνεσι κηρύττει τὴν σωτηρίαν, καὶ τῆς προφητείας τὸ τέλος τοὺς ταύτης τετυχηκότας ὑμνεῖν τὸν εὐεργέτην παρακελεύεται. Ἡμεῖς δὲ οὐ μόνον τῶν ῥημάτων ἀκούομεν, ἀλλὰ καὶ ἐνταῦθα θεωροῦμεν τὰ πράγματα. Ἐν ἑκάστῃ γὰρ καὶ πόλει, καὶ κώμῃ, καὶ ἀγροῖς, καὶ ἐν ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν τῇ ἀοικήτῳ καὶ παντελῶς ἐρήμῳ, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. Ἐγὼ δὲ τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ παρα καλῶ, εἰ μὲν εὖ καὶ καλῶς ἑρμηνεύεσθαι δόξειε, τὴν ἐκ τούτων ὠφέλειαν καρπώσασθαι. Εἰ δέ που τῶν κεκρυμμένων τοῦ Πνεύματος οὐκ ἐφικόμεθα μυστηρίων, μὴ σφόδρα ἡμῖν ἐπιμέμψασθαι. Ἃ γὰρ εὑρεῖν ἠδυνήθημεν ἀφθόνως ἅπασι προτεθείκαμεν, καὶ ἃ παρὰ τῶν Πατέρων ἐδιδάχθημεν, τοῖς μεθ' ἡμᾶς προσενεγκεῖν ἐσπουδάσαμεν. Καὶ τὸν μὲν πόνον ἡμεῖς ἠνεσχόμεθα, ἄπονον δὲ ἄλλοις ὠφέλειαν προσφέρομεν. Οὓς ἀξιῶ εὐχαῖς τὸν πόνον ἀμείψασθαι· ἵνα ταύταις ἐρειδόμενοι, προσθῶμεν τοῖς λόγοις τὰ ἔργα, καὶ τὸν ἐξ ἑκατέρων συγκείμενον μα- καρισμὸν καρπωσώμεθα. "Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, μέγας κληθήσεται ἐν τῇ